Deuteronomium

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Ἐὰν δὲ ἀναστῇ ἐν σοὶ προφήτης ἢ ἐνυπνιαζόμενος τὸ ἐνύπνιον καὶ δῷ σοι σημεῖον ἢ τέρας,

καὶ ἔλθῃ τὸ σημεῖον ἢ τὸ τέρας ὃ ἐλάλησεν πρὸς σὲ λέγων Πορευθὼμεν καὶ λατρεύ- σωμεν θεοῖς ἑτέροις οὓς οὐκ οἴδατε·

οὐκ ἀκούσεσθε τῶν λόγων τοῦ προφήτου ἐκείνου ἢ τοῦ ἐνυπνιαζομένου τὸ ἐνύπνιον ἐκεῖνο· ὅτι πειράζει κύριος ὁ θεός σου ὑμᾶς, εἰδέναι εἰ ἀγαπᾶτε τὸν θεὸν ὑμῶν ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς ὑμῶν.

ὀπίσω Κυρίου τοῦ θεοῦ ὑμῶν πορεύεσθε, καὶ τοῦτον φοβηθήσεσθε καὶ τῆς φωνῆς αὐτοῦ ἀκούσεσθε κοὶ αὐτῷ προσ- [*](AF) [*](25 μέτα σε] + εἰς ’τον αἰῶνα AF | ἔναντι AF 26 ἔαν γένηται σοι] α ἀν’ σοι γένηται AF | ο θεὸς σου] + αὐτὸν Bab + ἀυτῶ AF τα τὰ ’δε κρέα φάγῃ] pr τὰ κρέα ἀνοίσεις ἔπι τὸ θυσιαστήριον κݲυݲ του θݲυݲ τὸ τῶν θυσίων σου προσχεεῖς πρὸς τὴν βάσιν του θυσιαστηρίου κݲυݲ του θݲυݲ AF 28 κάλον bis scr F | ἔναντι AF 29 εισπορευη] pr σὺ AF | τὴν γην Β a?bAF] ὖ γ. B* Ι om σου 2° B* (hab Bab (mg)AF) | Α | αυτους αὐτοὺς AF Ι κατοικήσεις Α λεγων] pr οὐ μὴ εκζητησης τοὺς θεοὺς αυτων AF | κἄγω] καὶ ἐγὼ Α 31 τὼ θέω] pr κݲωݲ AF | τὰ βδ.] τὰ βδ. γὰρ Α | Τυρίου a] α κݲςݲ AF Ι εν 1° AF| του, υἵους] pr κα om ἐν 2° F 32 ὕμιν] σοι AF | προσθήσει A* ς superscr XIII 1 τὸ ἐνύπνιον] om τὸ AF Ι δῶ] δώσει Α 2 om κα ελθη...τερας F* (hab F1 mg inf) | ous] ὄις AF 3 σου bis] ὑμῶν AF | εἰδέναι] pr του AF Ι ’τον θέον] pr κν AF 4 τοῦτον] αὐτὸν AF Ι φοβηθήσεσθε] + καὶ τὰς εντολας αὐτοῦ φυλάξεσθε AF | ἀκούσεσθε] + καὶ ἀυτῶ δουλεύσετε AF)

371
τεθήσεσθε.

καὶ ὁ προφήτης ἐκεῖνος ἢ ὁ τὸ ἐνύπνιον ἐνύπνιονζόμενος ἐκεῖνος ἀποθανεῖται· ἐλάλησεν γὰρ πλανῆσαί σε ἀπὸ κυρίου τοῦ θεοῦ σου τοῦ ἐξαγαγόντος σε ἐκ γῆς Αἰγύπτου, τοὺ λυτρωσαμένου σε ἐκ τῆς δουλίας, ἐξῶσαί σε ἀπὸ τῆς ὁδοῦ ἧς ἐνετείλατό σοι Κὐριος ὁ θεός σου πορεύεσθαι ἐν αὐτῇ· καὶ ἀφανι εῖς τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν.

Ἐὰν δὲ παρακαλέσῃ ὁ ἀδελφός σου ἐκ πατρός σου ἢ ἐκ μητρός σου, ἢ ὁ υἱός σου ἢ ἡ θυγάτηρ σου ἢ ἡ γυνὴ ἡ ἐν κόλπῳ σου, ἢ φἰλος ἴσος τῆς ψυχῆς σου, λάθρα λέγων βαδίσωμεν καὶ λατρεύσωμεν θεοῖς ἑτέροις οὓς οὐκ ᾔδεις σὺ καὶ οἱ πατέρες σου,

ἀπὸ τῶν θεῶν τῶν ἐθνῶν τῶν περικύκλῳ ὑμῶν, τῶν ἐγγιζόντων σοι ἢ τῶν μακρὰν ἀπὸ σοῦ, ἀπ’ ἄκρου τῆς γῆς ἕως ἄκρου τῆς γῆς·

οὐ συνθελήσεις αὐτῷ καὶ οὐκ εἰσακούσῃ αὐτοῦ, καὶ οὐ φείσεται ὁ ὀφθαλμός σου ἐπ’ αὐτῷ, οὐκ ἐπιποθήσεις ἐπ’ αὐτῷ οὐδ’ οὐ μὴ σκεπάσῃς αὐτόν.

ἀναγγέλλων ἀναγγελεῖς περὶ αὐτοῦ, αἱ χεῖρές σου ἔσονται ἐπ’ αὐτὸν ἐν πρώτοις ἀποκτεῖναι αὐτόν, καὶ αἱ χεῖρες παντὸς τοῦ λαοῦ ἐπ’ ἐσχάτῳ·

καὶ λιθοβολήσουσιν αὐτὸν ἐν λίθοις, καὶ ἀποθανεῖται, ὅτι ἐζήτησεν ἀποστῆσαί σε ἀπὸ κυρίου τοῦ θεοῦ σου τοῦ ἐξαγαγόντος σε ἐκ γῆς Αἰγύπτου, ἐξ οἴκου δουλίας.

καὶ πᾶς Ἰσραὴλ ἀκούσας φοβηθήσεται, καὶ οὐ προσθήσει ἔτι ποιῆσαι κατὰ τὸ ῥῆμα τὸ πονηρὸν τοῦτο ἐν ὑμῖν.

Ἐὰν δὲ ἀκούσῃς ἐν μιᾷ τῶν πόλεων σου κύριος ὁ θεός σου δίδωσίν σοι κατοικεῖν σε ἐκεῖ λεγόντων

Ἐξήλθοσαν ἄνδρες παράνομοι ἐξ ὑμῶν, καὶ ἀπέστησαν πάντας τοὺς κατοικοῦντας τὴν γῆν αὐτῶν λέγοντες Πορευθῶμεν καὶ λατρεύσωμεν θεοῖς ἑτέροις οὓς οὐκ ᾔδειτε·

καὶ ἐρωτήσεις καὶ ἐραυνήσεις σφόδρα, καὶ ἰδοὺ ἀληθῶς σαφῶς ὁ λόγος, γεγένηται τὸ βδέλυγμα τοῦτο ἐν ὑμῖν·

ἀναιρῶν ἀνελεῖς πάντας τοὺς κατοικοῦντας ἐν τῇ γῇ ἐκείνῃ ἐν φόνῳ μαχαίρας, ἀναθέματι ἀναθεματιεῖτε αὐτὴν καὶ πάντα τὰ ἐν αὐτῇ·

καὶ πάντα τὰ [*](5 ἀποπλανῆσαι F | ἄπο 2°] ἐκ AF | ἀφανιεῖτε AF 6 η γυνὴ] + σου AF | AF φίλος ισος] ο φίλος ο ἴσος Α ο φ. σου ο ἴσος F Ι τῆ ψύχη Α | βαδισωμεν] πόρευ’. θῶμεν AF Ι οὑς] ὄις AF 8 σου] μου F Ι οὐδ’ ου] οὐδὲ AF 9 αἰ Χ. σου ἔσονται] καὶ η χεὶρ σου ἔσται AF | ἐπ’ αὐτὸν] ἐπ’ ἀυτῶ AF 11 προσθησουσιν AF | τὸ ρ. τὸ πόνηρον] τὸ πον. ρ. Α 12 om σου om F Ι° om σε AF λεγοντων] λέγων F 13 ἐξῆλθον AF | ὑμῶν] ἤμων AF | γην] πόλιν AF | οὑς] ὄις AF 14 καὶ ἐρωτήσεις] pr καὶ ἐξετάσεις Α καὶ ἐτάσεις F | εραυνησεις B* ερευν.Bb)] εξεραυνησεις Α ἐξερευνήσεις F | ἀλήθης AF Ι γένηται F* γεγεν.F1) αναιρων ανελεις] αναιλων αναιλεις Α | πάντας] πάντα F Ι γῆ] πόλει AF | μαχαίρης Α)

372
[*](Β) σκῦλα αὐτῆς συνάξεις εἰς τὰς διόδους αὐτῆς, καὶ ἐνπρήσεις τὴν πόλιν ἐν πυρὶ καὶ πάντα τὰ σκῦλα αὐτῆς πανδημεὶ ἐναντίον Κυρίου τοῦ θεοῦ σου· καὶ ἔσται ἀοίκητος εἰς τὸν αἰῶνα, οὐκ ἀνοι- κοδομηθήσεται ἔτι.

καὶ οὐ προσκολληθήσεται ἐν τῇ χειρί σου οὐδὲν ἀπὸ τοῦ ἀναθέματος, ἵνα ἀποστραφῇ Κύριος ἀπὸ θυμοῦ τῆς ὀργῆς αὐτοῦ, καὶ δώσει σοι ἔλεος καὶ ἐλεήσει σε καὶ πληθυνεῖ σε ὃν τρόπον ὤμοσεν τοῖς πατράσιν σου,

ἐὰν ἀκούσῃς τῆς φωνῆς κυρίου τοῦ θεοῦ σου, φυλάσσειν τὰς ἐντολὰς αὐτοῦ ὅσας ἐγὼ ἐντέλλομαί σοι σήμερον, ποιεῖν τὸ ἀρεστὸν καὶ τὸ καλὸν ἐναντίον κυρίου τοῦ θεοῦ σου.