Deuteronomium

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

ἀλλ᾿ ἢ ἐν πάσῃ ἐπιθυμίᾳ σου θύσεις καὶ φάγῃ κρέα κατὰ τὴν εὐλογίαν κυρίου τοῦ θεοῦ σου ἢν ἔδωκέν σοι ἐν πάσῃ πόλει· ὁ ἀκάθαρτος ἐν σοὶ κοὶ ὁ καθαρὸς ἐπὶ τὸ αὐτὸ φάγεται αὐτό, ὡς δορκάδα ἢ ἔλαφον·

πλὴν τὸ αἷμα οὐ φάγεσθε, ἐπὶ τὴν γῆν ἐκχεεῖτε αὐτὸ ὡς ὕδωρ.

οὐ δυνήσῃ φαγεῖν ἐν ταῖς πόλεσίν σου τὸ ἐπιδέκατον τοῦ σίτου σου καὶ τοῦ οἴνου σου καὶ τοῦ ἐλαίου σου, τὰ πρωτότοκα τῶν βοῶν σου, καὶ πάσας εὐχὰς ὅσας ἂν εὔξησθε καὶ τὰς ὁμολογίας ὑμῶν, καὶ τὰς ἀπαρχὰς τῶν χειρῶν σου·

ἀλλ᾿ ἢ ἐναντίον Τυρίου τοῦ θεοῦ σου φάγῃ αὐτὸ ἐν τῷ τόπῳ ᾧ ἂν ἐκλέξηται κύριος ὁ θεός σου αὐτῷ, σὺ καὶ ὁ υἱός σου καὶ ἡ θυγάτηρ σου, ὁ παῖς σου καὶ ἡ παιδίσκη σου, καὶ ὁ προσήλυτος ὁ ἐν ταῖς πόλεσιν ὑμῶν· καὶ εὐφρανθήσῃ ἐναντίον Τυρίου τοῦ θεοῦ σου ἐπὶ πάντα οὗ ἀν’ ἔπι βάλῃς τὴν χεῖρά σου.

πρόσεχε σεαυτῷ μὴ ἐνκαταλίπῃς τὸν Λευείτην πάντα τὸν χρόνον ὅσον ἐὰν ζῆς ἐπὶ τῆς γῆς.

Ἐὰν δὲ ἐμπλατύνῃ κύριος ὁ θεός σου τὰ ὅριά σου καθάπερ ἐλάλησέν σοι, καὶ ἐρεῖς Φάγομαι κρέα· ἐὰν ἐπιθυμήσῃ ἡ ψυχή σου ὥστε φαγεῖν κρέα, ἐν πάσῃ ἐπιθυμίᾳ τῆς ψυχῆς σου φάγῃ κρέα.

ἐὰν δὲ μακρὰν ἀπέχῃ σου ὁ τόπος ὃν ἂν ἐκλέξηται κύριος ὁ θεός σου ἐκεῖ ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ, καὶ θύσεις ἀπὸ τῶν βοῶν σου καὶ ἀπὸ τῶν προβάτων σου, ὧν ἂν δῷ ὁ θεός σοι, ὃν τρόπον ἐνετειλάμην σοι, καὶ φάγῃ ἐν ταῖς πόλεσίν σου κατὰ τὴν ἐπιθυμίαν τῆς ψυχῆς σου·

ὡς ἔσθεται ἡ δορκὰς καὶ ἡ ἔλαφος, οὕτως φάγῃ αὐτό· ὁ ἀκάθαρτος ἐν σοὶ καὶ ὁ καθαρὸς ὡσαύτως ἔδεται.

πρόσεχε ἰσχυρῶς τοῦ μὴ φαγεῖν αἷμα, ὅτι αἷμα αὐτοῦ ψυχή. οὐ βρωθήσεται ἡ ψυχὴ μετὰ τῶν κρεῶν·

οὐ φάγεσθε, ἐπὶ τὴν γῆν ἐκχεεῖτε αὐτὸ ὡς ὕδωρ·

oοὐ οὐ φάγῃ αὐτό, ἵνα εὖ σοι γένηται καὶ τοῖς υἱοῖς σου [*]( φύλων] πόλεων AF | ανοισετε] ἀνοίσεις AF | υμων] σου AF φαυεται] AF φάγετε Α των β. σου] + καὶ τῶν προβάτων σου AF | ευχας] pr τὰς F | om και 4° Α | σου 6°] ὑμῶν AaF 17—18 τῶν Χ. ὑμῶν ἀλλ’ η ἔναντι in mg Α α (om τῶν Χ. ὕμ’. Α*vid) 18 ἐνάντιον 1°] ἔναντι AaF | αὐτὸ] AF | ω] οὐ AF | ἀυτῶ σὺ καὶ ο ὑίος σου καὶ η θῆ. σου bis scr Β* (uncis incl συ...αυτω 2° Bab) | ο ὑίος] οἱ υἱοὶ F | om ο πάις σου καὶ η παιδ’. σου F* F1mg) | κα 4°] pr καὶ o Λευιτης AF | ὑμῶν] σου AF | ναντιον 2°] AF | ἀν’] ἔαν Α 19 ευκαταλιπης Bb εγκαταλειπης AF | λευιτην BbAF | πάντα ’τον Χρ. ὅσον] ὅσον ἀν’ χρόνον Α | om ἔαν F | ζῆ Α ερεις] ειπης Α | ἐπιθυμήσει Α | ψυχης] καρδίας A 21 μάκραν] μακρότερον AF | om εκει AF | αὐτοῦ] + ἔκει Aa Α*vid) F | ὢν ἀν’ δῶ ο θεὸς σοι] ὡς ἀν’ νὼ σοι ο θ’ σου Α ὢν ἀν’ δῶ ο θεὸς σου F1(mg) (om F*vid) εσθετε B Bab) AF 23 οτι] τὸ γὰρ)

370
[*](B) μετὰ σέ, ἐὰν ποιήσῃς τὸ καλὸν καὶ τὸ ἀρεστὸν ἐναντίον Κυρίου τοῦ θεοῦ σου.

πλὴν τὰ ἅγιά σου, ἐὰν γένηταί σοι, καὶ τὰς εὐχάς σου λαβὼν ἥξεις εἰς τὸν τόπον ὃν ἂν ἐκλέξηται Κύριος ὁ θεός σου ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ·

καὶ ποιήσεις τὰ ὁλοκαυτώματά σου· τὰ δὲ κρέα φάγῃ.

Φυλάσσου καὶ ἄκουε καὶ ποιήσεις πάντας τοὺς λόγους οὓς ἐγὼ ἐντέλλομαί σοι· ἵνα εὖ σοι γένηται καὶ τοῖς υἱοῖς σου δι’ αἰῶνος, ἐὰν ποιήσῃς τὸ καλὸν καὶ τὸ ἀρεστὸν ἐναντίον κυρίου τοῦ θεοῦ σου.

Ἐὰν δὲ ἐξολεθρεύσῃ κύριος ὁ θεός σου τὰ ἔθνη, εἰς οὓς εἰσπορεύῃ ἐκεῖ κληρονομῆσαι τὴν γῆν ἀπὸ προσώπου σου, καὶ κατακληρονομήσῃς αὐτήν, καὶ γῆν αὐτῶν, ἐν τῆ γῇ αὐτῶν·

πρόσεχε σεαυτῷ μὴ ἐκζητήσῃς ἐπακολουθῆσαι αὐτοῖς μετὰ τὸ ἐξολεθρευθῆναι αὐτοὺς ἀπὸ προσώπου σου, λέγων Ἠὼς ποιοῦσιν τὰ ἔθνη ταῦτα τοῖς θεοῖς αὐτῶν; ποιήσω κἀγώ.

οὐ ποιήσεις οὕτως τῷ θεῷ σου· τὰ γὰρ βδελύγματα κυρίου, ἃ ἐμίσησεν, ἐποίησαν ἐν τοῖς θεοῖς αὐτῶν, ὅτι τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν κατακαίουσιν ἐν πυρὶ τοῖς θεοῖς αὐτῶν.

Πᾶν ῥῆμα ὃ ἐγὼ ἐντέλλομαι ὑμῖν σήμερον, τοῦτο φυλάξῃ ποιεῖν· οὐ προσθήσεις ἐπ’ αὐτό, οὐδὲ ἀφελεῖς ὄπ’ αὐτοῦ.