Numbers

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἐμβαλοῦσιν αὐτὴν καὶ πάντα τὰ σκεύη αὐτῆς εἰς κάλυμμα δερμάτινον ὑακίνθινον, καὶ ἐπιθήσουσιν αὐτὴν ἐπ’ ἀναφορέων.

καὶ ἐπὶ τὸ θυσιαστήριον τὸ χρυσοῦν ἐπι- καλύψουσιν ἱμάτιον ὑακίνθινον, καὶ καλύψουσιν αὐτὸ καλύμματι ὑακινθίνῳ, καὶ διεμβαλοῦσιν τοὺς ἀναφορεῖς αὐτοῦ.

καὶ πάντα τὰ σκεύη τὰ λειτουργικὰ ὅσα ὅσα λειτουργοῦσιν ἐν αὐτοῖς ἐν τοῖς ἁγίοις, καὶ ἐμβαλοῦσιν εἰς ἱμάτιον ὑακίνθινον, καὶ καλύψουσιν αὐτὰ καλύμματι δερματίνῳ ὑακινθίνῳ, καὶ ἐπιθήσουσιν ἐπὶ ἀναφορεῖς.

καὶ τὸν καλυπτῆρα ἐπιθήσει ἐπὶ τὸ θυσιαστήριον, καὶ ἐπικαλύψουσιν ἐπ’ αὐτὸ ἱμάτιον ὁλοπόρφυρον·

καὶ ἐπιθήσουσιν ἐπ’ αὐτὸ πάντα τὰ σκεύη ὅσοις λειτουργοῦσιν ἐπ’ αὐτὸ ἐν αὐτοῖς, καὶ τὰ πύρια καὶ τὰς κρεάγρας καὶ τὰς φιάλας καὶ τὸν καλυπτῆρα καὶ πάντα τὰ σκεύη τοῦ θυσιαστηρίου· καὶ ἐπιβαλοῦσιν ἐπ’ αὐτὸ κάλυμμα δερμάτινον ὑακίνθινον, καὶ διεμβαλοῦσιν τοὺς ἀναφορεῖς αὐτοῦ· καὶ λήμψονται ἱμάτιον πορφυροῦν καὶ σὺν καλύψουσιν τὸν λουτῆρα καὶ τὴν βάσιν αὐτοῦ, καὶ ἐμβαλοῦσιν αὐτὸ εἰς κάλυμμα δερμάτινον ὑακίνθινον, καὶ ἐπιθήσουσιν ἐπὶ ἀναφορεῖς. ἀναθορεῖς.

καὶ συντελέσουσιν’ Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ καλύπτοντες τὰ ἅγια καὶ πάντα τὰ σκεύη τὰ ἅγια, ἐν τῷ ἐξαίρειν τὴν παρεμβολήν· καὶ μετὰ ταῦτα εἰσελεύσονται υἱοὶ Καὰθ αἴρειν, καὶ οὐχ ἅψονται τῶν ἁγίων, ἵνα μὴ ἀποθάνωσιν. ταῦτα ἀροῦσιν οἱ υἱοὶ Καὰθ ἐν τῆ σκηνῇ τοῦ μαρτυρίου.

ἐπίσκοπος Ἐλεαζὰρ υἱὸς Ἀαρὼν τοῦ ἱερέως· τὸ ἔλαιον τοῦ φωτὸς καὶ τὸ θυμίαμα τῆς συνθέσεως καὶ ἡ θυσία ἡ καθ’ ἡμέραν καὶ τὸ ἔλαιον τῆς χρίσεως, ἡ ἐπισκοπὴ ὅλης τῆς σκηνῆς καὶ ὅσα ἐστὶν ἐν αὐτῇ ἐν τῷ ἁγίῳ, ἐν πᾶσι τοῖς ἔργοις.

Καὶ ἐλάλησεν Κύριος πρὸς Μωυσῆν καὶ Ἀαρὼν λέγων

Μὴ ὀλεθρεύσητε τῆς φυλῆς τὸν [*](8 om δι’ ἀύτης AF | ἀναφορεῖς] † ἀύτης AF 9 επαρυστιδας Α Ι αγγια AF Β*F(α.|για)] αγια Α Ι ἐλαίου] † ἀύτης AF | ὄις] ὅσοι Α ὅσοις F | om ἐν F 11 καλύψουσιν] επικαλυψουσιν AF | δερματίνῳ] δέρματι Α | διεμβαλοῦσιν] εμβαλουσιν F 12 ὅσα] εἰς α F Ι δερματίνῳ] δέρματι Α | ἔπι] ἐπ’ F 13 ’τον καλ’. ἐπιθήσει] ἐπιθήσεις ’τον καλ’. Α 14 τὰ σκεύη 1°] † αὐτοῦ AF ὅσοις] ὅσοι Α ἐν οἶ F Ι om ἕ αὐτὸ ° AF | διεμβαλουσιν] ἐμβαλοῦσιν Α | αὐτὸ 4°] ἀυτὰ AF 15 om καὶ πάντα τὰ σκεύη τὰ αγια Β* (hab Βab mg) υἱοὶ 2°] pr οἱ AF 16 ὅλης] ὀλὴ F | ἐν πάσι] pr καὶ AF ’ 18 ολε- θρευσητε (ολεθρ. B*(vid)b? ολοθρ. Ba?F)] εξολεθρ. A)

262
[*](B) δῆμον τὸν Καὰθ ἐκ μέσου τῶν Λευειτῶν.

τοῦτο ποιήσατε αὐτοῖς, κα ζήσονται καὶ οὐ μὴ ἀποθάνωσιν, προσπορευομένων αὐτῶν πρὸς τὰ ἅγια τῶν ἁγίων. Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ προσπορευέσθωσαν, καὶ καταστήσουσιν αὐτοὺς ἕκαστον κατὰ τὴν ἀναφορὰν αὐτοῦ·

καὶ οὐ μὴ εἰσέλθωσιν ἰδεῖν ἐξάπινα τὰ ἅγια, καὶ ἀποθανοῦνται.

Καὶ ἐλάλησεν Κύριος πρὸς Μωυσῆν λέγων

Λάβε τὴν ἀρχὴν τῶν υἱῶν Γεδσών, καὶ τούτους κατ’ οἴκους πατριῶν αὐτῶν, κατὰ δήμους αὐτῶν·

ἀπὸ πέντε καὶ εἰκοσαετοῦς καὶ ἐπάνω ἕως πεντηκονταετοῦς ἐπίσκεψαι αὐτούς, πᾶς ὁ εἰσπορευόμενος λειτουργεῖν, ποιεῖν τὰ ἔργα αὐτοῦ ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου.

αὕτη ἡ λειτουργία τοῦ δήμου τοῦ Γεδσών, λειτουργεῖν καὶ αἴρειν·

καὶ ἀρεῖ τὰς δέρρεις τῆς σκηνῆς, καὶ τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ τὸ κά- λυμμα αὐτῆς, καὶ τὸ κάλυμμα τὸ ὑακίνθινον τὸ ἂν ἐπ’ αὐτῆς ἄνωθεν, καὶ τὸ κάλυμμα τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου,

καὶ τὰ ἱστία τῆς αὐλῆς ὅσα ἐπὶ τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ τὰ περισσά, καὶ πάντα τὰ σκεύη τὰ λειτουργικὰ ὅσα λειτουργοῦσιν ἐν αὐτοῖς ποιήσουσιν.

κατὰ στόμα Ἀαρὼν καὶ τῶν υἱῶν αὐτοῦ ἔσται ἡ λειτουργία τῶν υἱῶν Γεδσὼν κατὰ πάσας τὰς λειτουργίας αὐτῶν καὶ κατὰ πάντα τὰ ἔργα δι’ αὐτῶν· καὶ ἐπισκέψῃ αὐτοὺς ἐξ ὀνομάτων πάντα τὰ ἄρτα ὑπ’ αὐτῶν.

αὕτη ἡ λειτουργία τῶν υἱῶν Γεδσὼν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, καὶ ἡ φυλακὴ αὐτῶν ἐν χειρὶ Ἰθαμὰρ τοῦ υἱοῦ Ἀαρὼν τοῦ ἱερέως.

Υἱοὶ Μεραρεί, κατὰ δήμους αὐτῶν, κατ’ οἴκους πατριῶν αὐτῶν, ἐπισκέψασθε αὐτούς·