Numbers

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ λήμψῃ τοὺς Λευείτας ἐμοί, ἐγὼ Κύριος, ἀντὶ πάντων τῶν πρωτοτόκων τῶν υἱῶν Ἰσραήλ, καὶ τὰ κτήνη τῶν Λευειτῶν ἀντὶ πάντων τῶν πρωτοτόκων ἐν τοῖς κτήνεσιν τῶν υἱῶν Ἰσραήλ.

καὶ ἐπεσκέψατο Μωυσῆς ὃν τρόπον ἐνετείλατο κύριος πᾶν πρωτότοκον ἐν τοῖς υἱοῖς Ἰσραήλ·

καὶ ἐγένοντο πάντα τὰ πρωτότοκα τὰ ἀρσενικὰ κατὰ ἀριθμὸν ἐξ ὀνόματος ἀπὸ μηνιαίου καὶ ἐπάνω ἐκ τῆς· ἐπισκέψεως αὐτῶν δύο καὶ εἴκοσι χιλιάδες, τρεῖς καὶ κοντα καὶ διακόσιοι.

Καὶ ἐλάλησεν κύριος πρὸς [*](32 ἔπι] pr ο AF | ο ὑίος] om ο AF Ι κατεσταμενος B 33 Μεραρι AF (bis) AF | οολει Bab Μοολι AF)] Μολει Β* Ι ο Μουσει ο Ομουσι AF Ι Μεραρει °] του Μεραρι AF 34 κάτα ἀριθμὸν] † παν | ἀριθμὸν F* (om F1) Ι om πὰν ἀρσενικὸν Α* vid (hab Aa) 35 πατρίας] πατρίων BabAF | Μεραρι AF Ι Αβειχαιλ] Αβιχαιλ Α Αβιχαια F 36 η φυλακὴ] τῆς φυλακῆς AF Ι Μεραρι AF Ι om καὶ τὰς βάσεις ἀύτης F* (hab F1 mg) | ἀύτης 3°] ἦς ras Aa ἀυτῶν A* vid) Ι om καὶ τὰ ἔργα ἀυτῶν F 37 πασσάλους] † ἀυτῶν AF j om καὶ τοὺς κάλους ἀυτῶν F* (hab F l mg) Ι κάλους] κλάδους Α 38 ἀπ’ ἀνατολῆς] ἄπο ἀνατολῶν AF | Μωυσης] † δε F | απτομενος] προσπορευόμενος Α 39 Λευειτων Λευιτῶν BbAF)] pr ὑιῶν F j μηνίου Α* μηνιεου Α l) 40 λάβετε] λάβε Α Ι ἀριθμὸν] † ἀυτῶν AF 41 om τῶν πρωτοτόκων 1° F (hab πρωτοτόκων FJ) I om ἐν τοι, κτήνεσιν Β* (hab 42 κύριος] † ἀυτῶ AF 43 ἐγένοντο] ἐγένετο F | τὰ τα αρσ.] om τὰ AF | τρεῖς] pr Κ Bab | διακόσιαι B)

260
[*](B) λέγων

Λάβετε τοὺς Λευείτας ἀντὶ πάντων τῶν πρωτοτόκων τῶν υἱῶν Ἰσραήλ, καὶ τὰ κτήνη τῶν Λευειτῶν ἀντὶ τῶν κτηνῶν αὐτῶν, κα ἔσονται ἐμοὶ οἱ Λευεῖται· ἐγὼ Κύριος.

καὶ τὰ λύτρα, τρεῖς καὶ ἑβδομήκοντα κοὶ διακόσιοι, οἱ πλεονάζοντες παρὰ τοὺς Λευείτας ἀπὸ τῶν πρωτοτόκων τῶν υἱῶν Ἰσραήλ·

καὶ λήμψῃ πέντε σίκλους κατὰ κεφαλήν, κατὰ τὸ δίδραχμον τὸ ἅγιον λήμψῃ, εἴκοσι ὀβολοὺς τοῦ σίκλου.

καὶ δώσεις τὸ ἀργύριον Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ, λύτρα τῶν πλεοναζόντων ἐν αὐτοῖς.

καὶ ἔλαβεν Μωυσῆς τὸ ἀργύριον, τὰ λύτρα τῶν πλεοναζόντων, εἰς τὴν ἐκλύτρωσιν τῶν Λευειτῶν·

παρὰ τῶν πρωτοτόκων τῶν υἱῶν Ἰσραὴλ ἔλαβεν τὸ ἀργύριον, χιλίους τριακοσίους ἑξήκοντα πέντε σίκλους, κατὰ τὸν σίκλον τὸν ἅγιον.

καὶ ἔδωκεν Μωυσῆς τὰ λύτρα τῶν πλεοναζόντων λάρων καὶ τοῖς υἱοῖς αὐτοῦ, διὰ φωνῆς κυρίου, ὃν τρόπον συνέταξεν κύριος τῷ Μωυσῇ.

Καὶ ἐλάλησεν Κύριος πρὸς Μωυσῆν καὶ Ἀαρὼν λέγων

Λάβε τὸ κεφάλαιον τῶν υἱῶν Καὰθ ἐκ μέσου υἱῶν Λευεί, κατὰ δήμους αὐτῶν, κατ’ οἴκους πατριῶν αὐτῶν,

ἀπὸ εἴκοσι καὶ πέντε ἐτῶν καὶ ἐπάνω καὶ ἕως πεντήκοντα ἐτῶν, πᾶς ὁ εἰσπορευόμενος λειτουργεῖν ποιῆσαι πάντα τὰ ἔργα ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου.

καὶ ταῦτα τὰ ἔργα τῶν υἱῶν Καὰθ ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου· ἅγιον τῶν ἁγίων.

καὶ εἰσελεύσεται Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ ὅταν ἐξαίρῃ ἡ παρεμβολή, κα καθελοῦσιν τὸ καταπέτασμα τὸ συσκιάζον, καὶ κατακαλύψουσιν ἐν αὐτῶ τὴν κιβωτὸν τοῦ μμρτυρίου·

καὶ ἐπιθήσουσιν ἐπ’ αὐτὸ αὐτὸκάλυμμα δέρμα ὑακίνθινον, καὶ ἐπιβαλοῦσιν ἐπ’ αὐτὴν ἱμάτιον ὅλον ὑακίνθινον ἄνωθεν, κοὶ διεμβαλοῦσιν τοὺς ἀναφορεῖς.

καὶ ἐπὶ τὴν τράπεζαν τὴν προκειμένην ἐπιβαλοῦσιν ἐπ’ αὐτὴν ἱμάτιον όλοπόρφυρον καὶ τὰ τρύβλια καὶ τι θυίσκας καὶ τοὺς κυάθους καὶ τὰ σπονδεῖα ἐν οἷς σπένδει· καὶ οἱ ἄρτοι οἱ διὰ παντὸς ἐπ’ αὐτῆς ἔσονται.

καὶ ἐπιβαλοῦσιν ἐπ’ αὐτὴν ἱμάτιον κόκκινον, καὶ καλύψουσιν [*](AF λαβετε] λαβε BabAF 46 τρεις] τρειων Ba τρίων BbAF Ι διακοσίων BabAF 47 om πέντε σίκλους F Ι οβολους του σίκλου] ὀβολοὶ ο σίκλος AF 49 τὰ λύτρα] om τὰ Α 50 om ἔλαβεν τὸ ἀργύριον F | χιλ. τρίακος. εξηκ. πέντε] πέντε καὶ εξηκ. καὶ τρίακος. καὶ χιλ. AF Ι om σικλους Α 51 τὰ λύτρα] pr τὸ ἀργύριον F Ι συνεταξεν] ἐνετείλατο F IV 2 Κααθ] Α | Λευι Ba AF 3 εἴκοσι καὶ πέντε ἐτῶν] εἰκοσαέτους Α | om καὶ 3° Α 4 Κααθ] † ἐκ μέσου ὑιῶν Λευι κάτα δήμους ἀυτῶν κατ’ πατρίων ἀυτῶν AF 5 εἰσελεύσονται AF | εξαιρη] εξερη Α | κιβωτον] σκήνην Α 6 διεμβαλοῦσιν] δι’ (et ο ut vid) sup ras ε superscr Ba 7 ολοπορφ.] ὀλὸν πορφυροῦν F | κυεθους B* κυαθ. Bab) Ι δία] signa v 1 prae se fert F l)

261
αὐτὴν καλύμματι δερματίνῳ ὑακινθίνῳ, καὶ διεμβαλοῦσιν δι’ αὐτῆς [*](B) τοὺς ἀναφορεῖς.

καὶ λήμψονται ἱμάτιον ὑακίνθινον καὶ τὴν λυχνίαν τὴν φωτίζουσαν, καὶ τοὺς λύχνους αὐτῆς καὶ τὰς λαβί αὐτῆς καὶ τὰς ἐπαρυστρίδας αὐτῆς, καὶ πάντα τὰ ἄγγια τοῦ ἐλαίου οἷς λειτουργοῦσιν ἐν αὐτοῖς·