Numbers

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

ἀπὸ πέντε καὶ εἰκοσαετοῦς καὶ ἐπάνω ἕως πεντηκονταετοῦς ἐπισκέψασθε αὐτούς, πᾶς ὁ εἰσπορευόμενος λειτουργεῖν τὰ ἔργα τῆς σκηνῆς τοῦ μαρτυρίου.

καὶ ταῦτα τὰ φυλάγματα τῶν αἰρομένων ὑπ’ αὐτῶν κατὰ πάντα τὰ ἔργα τῶν ἐν τῆ σκηνῇ τοῦ μαρτυρίου· τὰς κεφαλίδας τῆς σκηνῆς κα τοὺς καὶ τοὺς στύλους αὐτῆς καὶ τὰς βάσεις αὐτῆς καὶ τὸ κατα- [*](AF 18 Λευιτῶν Bab πολειτ. B*) AF 19 προσπορευεσθ.] εισπορ. AF 20 τα ἅγια] τὸ ἄγιον AF 22 om καὶ τούτουςAF 18 om κατ’ οἴκους πατρίων ἀυτῶν F | om κάτα δήμους ἀυτῶν Α 23 επισκεψαι] επισκεψασθαι Α επισκεψασθε F Ι ποιεῖν] pr καὶ AF | om αὐτοῦ AF Ι ἐν τῆ σκήνη] τῆς σκήνης Α 24 του Γεδσων] om του Α 25 τὰς δέρρεις] τὰ σκεύη B 1 ? a ? b mg Ι κάλυμμα 1°] κατακάλυμμα BabAF | κάλυμμα 2° , 3°] κατακάλυμμα AY | ἐπ’ ἀύτης] Bab ἐπ’ ἀυτὴν Α 26 om καὶ τὰ ιστια...του μαρτυρίου B* (hab Bab mg inf) | τὰ περισσὰ] † ἀυτῶν AF Ι λειτουργικα] † ἀυτῶ AF | ὅσα] pr καὶ AF 27 om καὶ 2° Α | ἔργα] ἄρτα Α | δι’ ἀυτῶν] om δι’ F Ι τὰ ἄρτα] τὰ ἔργα Bab om τὰ 29 υιοι] pr οἱ AF | Μεραρι AF 30 επισκεψασθαι F | om τῆς σκήνης F 31 ὐπ’ ἀυτῶν] ὐπ’ αὐτοῦ Α | τῶν ἐν τῆ σκήνη] ἀυτῶν ἐν τῆ σκ. BabAF | μοχλοὺς] † ἀύτης AY | om καὶ του, στύλους ἀύτης F* (hab F 1 mg) | κατακαλυμμα 1°] † τῆς σκήνης A)

263
κάλυμμα, καὶ αἱ βάσεις αὐτῶν καὶ οἱ στῦλοι αὐτῶν, καὶ τὸ κατακάλυμμα [*](B) τῆς θύρας τῆς σκηνῆς,

καὶ τοὺς στύλους τῆς αὐλῆς κύκλω, καὶ αἱ βάσεις αὐτῶν, καὶ τοὺς στύλους τοῦ καταπετάσματος τῆς πύλης τῆς αὐλῆς καὶ τὰς βάσεις αὐτῶν καὶ τοὺς πασσάλους αὐτῶν καὶ τοὺς κάλους αὐτῶν, καὶ πάντα τὰ σκεύη αὐτῶν καὶ πάντα τὰ λειτουργήματα αὐτῶν, ἐξ ὀνομάτων ἐπισκέψασθε αὐτοὺς καὶ πάντα τὰ σκεύη τῆς φυλακῆς τῶν αἰρομένων ὑπ’ αὐτῶν.

αὕτη ἡ λειτουργία δήμου υἱῶν Μεραρεὶ ἐν πᾶσιν τοῖς ἔργοις αὐτῶν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, ἐν χειρὶ Ἰθαμὰρ υἱοῦ Ἀαρὼν τοῦ ἱερέως.

Καὶ ἐπεσκέψατο Μωυσῆς καὶ Ἀαρὼν καὶ οἱ ἄρχοντες Ἰσραὴλ τοὺς υἱοὺς Καὰθ κατὰ δήμους αὐτῶν, κατ’ οἴκους πατριῶν αὐτῶν,

ἀπὸ πέντε καὶ εἰκοσαετοῦς καὶ ἐπάνω ἕως πεντηκονταετοῦς, πᾶς ὁ εἰσπορευόμενος λειτουργεῖν καὶ ποιεῖν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου.

καὶ ἐγένετο ἡ ἐπίσκεψις αὐτῶν κατὰ δήμους αὐτῶν δισχίλιοι διακόσιοι πεντήκοντα·

αὕτη ἡ ἐπίσκεψις δήμου Καάθ, πᾶς ὁ λειτουργῶν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, καθὰ ἔπε’ σκέψατο Μωυσῆς καὶ Ἀαρὼν διὰ φωνῆς κυρίου ἐν χειρὶ Μωυσῇ.

Καὶ ἐπεσκέπησαν υἱοὶ Γεδσὼν κατὰ δήμους αὐτῶν, κατ’ οἴκους πατριῶν αὐτῶν,

ἀπὸ πέντε καὶ εἰκοσαετοῦς καὶ ἐπάνω ἕως πεντηκονταετοῦς, πᾶς ὁ εἰσπορευόμενος λειτουργεῖν καὶ ποιεῖν τὰ ἔργα ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου.

καὶ ἐγένετο ἡ ἐπίσκειψις αὐτῶν κατὰ δήμους αὐτῶν, κατ' οἴκους πατρίων αὐτῶν, δισχίλιοι ἑξακόσιοι τριάκοντα·

αὕτη ἡ ἐπίσκεψις υἱῶν Γεδσών, πᾶς ὁ λειτουργῶν ἐν τῆ σκηνῇ τοῦ μαρτυρίου, οὓς ἐπεσκέψατο Μωυσῆς καὶ Ἀαρὼν διὰ φωνῆς κυρίου ἐν χειρὶ Μωυσῆ.

Ἐπεσκέπησαν δὲ καὶ δῆμος υἱῶν Μεραρεὶ κατὰ δήμους αὐτῶν, κατ’ οἴκους πατριῶν αὐτῶν,

ἀπὸ πέντε καὶ εἰκο- σαετοῦς καὶ ἐπάνω ἕως πεντηκονταετοῦς, πᾶς ὁ εἰσπορευόμενος λειτουργεῖν πρὸς τὰ ἔργα τῆς σκηνῆς τοῦ μαρτυρίου.

καὶ ἐγενήθη ἡ ἐπίσκεψις αὐτῶν κατὰ δήμους αὐτῶν, κατ’ οἴκους πατριῶν αὐτῶν, τρισχίλιοι καὶ διακόσιοι·

αὕτη ἡ ἐπίσκεψις δήμου υἱῶν Μεραρεί, [*](31 καὶ οἱ στῦλοι ἀυτῶν bis scr F Ι κατακάλυμμα 2°] κάλυμμα BabA 32 om καὶ τοὺς πασσάλους ἀυτῶν F Ι κάλους BF1 καυλους F*)] κλάδους Α Ι επισκεψασθαι F 33 Μεραρι AF (item 42, 45) Ι πάσι F Ι υἱοῦ] pr του Α 35 ποεῖν] † τὰ ἔργα AF Ι ἐν τῆ σκήνη] τῆς σκήνης Α 36 διακόσιοι] τριακόσιοι Α ἑπτακόσιοι F | πεντήκοντα] pr καὶ F 38 υἱοὶ] pr οἱ AF 39 ἕως] pr καὶ Α | ἐν τῆ σκηνη] τῆς σκήνης F 40 om καὶ ἐγένετο η ἐπίσκεψις ἀυτῶν Α | η επισκ. ἀυτῶν] † ἐν τῆ σκήνη του μαρτυρίου F Ι εξακοσιοι] εξακο sup ras pi litt Aa (bis scr δισχίλιοι A* vid) 42 ἐπεσκέπη F 43 om ἄπο F 44 εγενηθη] εγενετο AF | ἀυτῶν 1° pr τῆς συγγενείας Α om κάτα δήμους ἀυτῶν Α)

264
[*](B) οὓς ἐπεσκέψατο Μωυσῆς καὶ Ἀαρὼν διὰ φωνῆς κυρίου ἐν Μωυσῆ.

Πάντες οἱ ἐπεσκεμμένοι οὑς ἐπεσκέψατο Μωυσῆς καὶ Ἀαρὼν καὶ οἱ ἄρχοντες Ἰσραήλ, τοὺς Λευείτας, κατὰ δήμους καὶ κατ’ οἴκους πατριῶν,

ἀπὸ πέντε καὶ εἰκοσσαετοῦς καὶ ἐπάνω Ἴως πεντηκονταετοῦς, πᾶς ὁ εἰσπορευόμενος πρὸς τὸ ἔργον τῶν ἔργων καὶ τὰ ᾦα τὰ αἰρόμενα ἐν τῇ σκηνὴ τοῦ μαρτυρίου·

καὶ ἐγενήθησαν οἱ ἐπισκεπέντες ὀκτακισχίλιοι πεντακόσιοι ὀγδοήκοντα.

διὰ φωνῆς κυρίου ἐπεσκέψατο αὐτοὺς ἐν χειρὶ Μωυσῆ, ἄνδρα κατ’ ἄνδρα ἐπὶ τῶν ἔργων αὐτῶν καὶ ἐπὶ ὧν αἴρουσιν αὐτοί· καὶ ἐπεσκέπησαν ὃν τρόπον συνέταξεν κύριος τῷ Μωυσῇ.