Numbers

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Τῷ Γεδσὼν δῆμος τοῦ Λοβενεὶ καὶ δῆμος τοῦ Σεμεεί· οὗτοι δῆμοι τοῦ Γεδσών.

ἡ ἐπίσκεψις αὐτῶν κατὰ ἀριθμὸν παντὸς ἀρσενικοῦ ἀπὸ μηνιαίου καὶ ἐπάνω, ἡ ἐπί· σκέψις αὐτῶν ἑπτακισχίλιοι καὶ πεντακόσιοι.

καὶ υἱοὶ Γεδσὼν ὀπίσω τῆς σκηνῆς παρὰ θάλασσαν παρεμβαλοῦσιν·

καὶ ὁ ἄρχων οἴκου πατριᾶς τοῦ δήμου τοῦ Γεδσὼν Ἐλισὰφ υἱὸς Δαήλ.

καὶ ἡ φυλακὴ υἱῶν Γεδσὼν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου· ἡ σκηνὴ καὶ τὸ κάλυμμα, καὶ τὸ κατακάλυμμα τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου,

καὶ τὰ ἱστία τῆς αὐλῆς, καὶτὸ καταπέτασμα τῆς πύλης τῆς αὐλῆς τῆς οὔσης ἐπὶ τῆς σκηνῆς, καὶ τὰ κατάλοιπα πάντων τῶν ἔργων αὐτοῦ.

Τῷ Καὰθ δῆμος ὁ Ἀμραμείς, καὶ δῆμος ὁ Σαριείς, καὶ δῆμος ὁ Χεβρωνείς, καὶ δῆμος ὁ Ὀζειηλείς· οὗτοί εἰσιν δῆμοι τοῦ Καὰθ

κατὰ ἀριθμόν, πᾶν ἀρσενικὸν ἀπὸ μηνιαίου καὶ ἐπάνω, ὀκτακισχίλιοι καὶ ἑξακόσιοι, φυλάσσοντες τὰς φυλακὰς τῶν ἁγίων.

οἱ δῆμοι τῶν υἱῶν Καὰθ παρεμβαλοῦσιν ἐκ πλαγίων τῆς σκηνῆς κατὰ λίβα·

καὶ ὁ ἄρχων οἴκου πατριῶν τῶν δήμων τοῦ Καὰθ Ἐλεισαφὰν υἱὸς Ὀζειήλ.

καὶ ἡ φυλακὴ αὐτῶν ἡ κιβωτὸς καὶ ἡ τράπεζα καὶ ἡ λυχνία καὶ τὰ θυσιαστήρια, καὶ τὰ σκεύη τοῦ ἁγίου ὅσα λειτουργοῦσιν ἐν αὐτοῖς, καὶ τὸ κατακάλυμμα καὶ πάντα τὰ ἔργα αὐτῶν.

καὶ ὁ ἄρχων [*](AF 15 επισκεψασθε] αριθμησονται Α επισκεψη F 16 θμησεν Α ἐπεσκέψατο F | ὂν τρόπον] καθὰ Α 17 οἱ υιοι] om οἱ Α | Λευι BbAF Ι Kaad A Μεραρι | AF 18–19 om Αοβενει...κατα δῆμ’. ἀυτῶν (hab Bab msinfj 18 Αοβενι AF | Σεμει AF vid Σεμε.) 19 ὑῶι] pr οἱ F I Ὰμραμ] Αμβραμ AF | Ιασσρ | F Οζιηλ AF 20 υιοι] pr ουτοι Α pr οἱ F | Μεραρι AF Ι Μοολι F Ι Ομουσι AF 21 Λοβενι AF [ om καὶ δῆμος του Σεμ. F | Σεμει Α 22 η ἐπίσκεψις 2°] ο ἀριθμὸς Α 23 υἱοὶ] οὔτοι pr οἱ AF Ι τῆς σκήνης] † του μαρτυρίου F* (om F1) | πάρα θαλ. παρεμβαλουσιν] παρεμβαλοῦσιν κάτα θαλ. AF 25 φυλακὴ] φυλὴ F Ι om καὶ τὸ κάλυμμα F* (hab Flme) | om θύρας τῆς A* (hab Aa) 27 Αμραμεις] Αμβρααμ’ εις’ Α Αμβραμ’ ἑις F Ι Σαριεις] Ισσαριεις Bab Σααρ’εις’ Α Ισσααρ’ ἑις F Ι om καὶ δῆμος ο Χεβρωνεις F | ο Οζειηλεις] ο Οζιηλ’εις’ Α Οζιηλ’ εις F 29 λίβα BAa (sup ras)] νότον Α* vid F* λιβα Fmg) 30 ο ἄρχων] om ο A* (hab A1) | τῶν δήμων] om τῶν Α | Ελισαφαν AF Ι Οζιηλ AF)

259
ἐπὶ τῶν ἀρχόντων τῶν Λευειτῶν Ἐλεαζὰρ ὁ υἱὸς Ἀαρὼν τοῦ ἱερέως, "[*](B) καθεσταμένος φυλάσσειν τὰς φυλακὰς τῶν ἁγίων.

Μεραρεὶ δῆμος ὁ Μοολεὶ καὶ δῆμος ὁ Μουσεί· οὗτοί εἰσιν δῆμοι Μεραρεί.

ἡ ἐπίσκεψις αὐτῶν κατὰ ἀριθμόν, πᾶν ἀρσενικὸν ἀπὸ μηνιαίου καὶ ἐπάνω, ἑξακισχίλιοι καὶ πεντήκοντα·

ὁ ἄρχων οἴκου πατριᾶς τοῦ δήμου τοῦ Μεραρεὶ Σουριὴλ υἱὸς Ἀβειχάιλ· ἐκ πλαγίων τῆς σκηνῆς παρεμβαλοῦσιν πρὸς βορρᾶν.

ἡ ἐπίσκεψις ἲς ἡ φυλακὴ υἱῶν Μεραρεί· τὰς κεφαλίδας τῆς σκηνῆς καὶ τοὺς μοχλοὺς αὐτῆς καὶ τοὺς στύλους αὐτῆς καὶ τὰς βάσεις αὐτῆς, καὶ πάντα τὰ σκεύη αὐτῶν καὶ τὰ ἔργα αὐτῶν,

καὶ τοὺς στύλους τῆς αὐλῆς κύκλῳ καὶ τὰς βάσεις αὐτῶν, καὶ τοὺς πασσάλους καὶ τοὺς κόλους αὐτῶν.

Καὶ οἱ βάλλοντες κατὰ πρόσωπον τῆς σκηνῆς τοῦ μαρτυρίου ἀπ’ ἀν’ Μωυσῆς καὶ Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ, φυλάσσοντες τὰς φυλακὰς τοῦ ἁγίου εἰς τὰς φυλακὰς τῶν υἱῶν Ἰσραήλ· καὶ ὁ ἀλλουγενὴς ὁ ἁπτόμενος ἀποθανεῖται.

πᾶσα ἡ ἐπίσκεψις τῶν Λευειτῶν οὓς ἐπεσκέψατο Μωυσῆς καὶ Ἀαρὼν διὰ φωνῆς κυρίου κατὰ δήμους αὐτῶν, πᾶν ἀρσενικὸν ἀπὸ μηνιαίου καὶ ἐπάνω, δύο καὶ εἴκοσι χιλιάδες.

Καὶ εἶπεν κύριος πρὸς Μωυσῆν λέγων Ἐπίσκεψαι πᾶν πρωτότοκον ἄρσεν τῶν υἱῶν Ἰσραὴλ ἀπὸ μηνιαίου καὶ ἐπάνω, καὶ λάβετε τὸν ἀριθμὸν ἐξ ὀνόματος·