Numbers

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Φινεὲς υἱὸς ᾿Ελεαζὰρ υἱὸς ᾿Ααρὼν τοῦ ἱερέως κατέπαυσεν τὸν θυμόν μου ἀπὸ υἱῶν ᾿Ισραήλ ἐν τῷ τὸν ζῆλον ἐν αὐτοῖς, καὶ οὐκ ἐξανήλωσα τοὺς υἱοὺς ᾿Ισραὴλ ἐν τῷ ζήλῳ μου.

οὕτως εἰπόν ἰδοὺ ἐγὼ δίδωμι αὐτῷ διαθήκην εἰρήνης,

καὶ ἔσται αὐτῶ καὶ τῶ σπέρματι αὐτοῦ μετ’ αὐτὸν διαθήκη ἱερατίας αἰωνία, ἀνθ’ ὧν ἐζήλωσεν τῷ θεῷ αὐτοῦ καὶ ἐξιλάσατο περὶ τῶν υἱῶν ᾿Ισραήλ.

τὸ δὲ ὄνομα τοῦ ἀνθρώπου τοῦ ᾿Ισραηλείτου τοῦ ὅς ἐπλήγη μετὰ τῆς Μαδιανείτιδος, Ζαμβρεί, υἱὸς Σαλμών, οἴκου πατριᾶς τῶν Συμεών·

καὶ ὄνομα τῇ γυναικὶ τῆ είτιδι τῇ πεπληγυίᾳ Χασβεί, θυγάτηρ Σοὺρ ἄρχοντος ἔθνους ᾿Ομμόθ· οἴκου πατριᾶς ἐστιν τῶν Μαδιάν.