Numbers

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἐλάλησεν Κύριος πρὸς Μωυσῆν λέγων Λάλησον τοῖς υἱοῖς ᾿Ισραὴλ λέγων

᾿Εχθραίνετε τοῖς Μαδιηναίοις καὶ πατάξατε αὐτούς,

ὅτι ἐχθραίνουσιν αὐτοὶ ὑμῖν ἐν δολιότητι, ὅσα; δολιοῦσιν ὑμᾶς διὰ Φογώρ, κα διὰ Χασβεὶ θυγατέρα ἄρχοντος Μαδιὰν ἀδελφὴν αὐτῶν, τὴν πεπληγυῖαν ἐν τῆ ἡμέρᾳ τῆς πληγῆς διὰ Φογώρ.

ἐγένετο μετὰ τὴν πληγὴν (1) καὶ και ελάλησεν Κύριος πρὸς Μωυσῆν καὶ πρὸς ᾿Ελεαζὰρ τὸν ἱερέα λέγων

Λάβε τὴν ἀρχὴν πάσης συναγωγῆς υιῶν ᾿Ισραὴλ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω κατ’ οἴκους πατριῶν αὐτῶν, πᾶς ὁ ἐκπορευόμενος παρατάξασθαι ἐν ᾿Ισραήλ.