Numbers

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Καὶ ἤκουσεν ὁ Xανανείς, βασιλεὺς Ἀράδ, ὁ κατοικῶν κατὰ τὴν [*](Β) ἔρημον· ἦλθεν γὰρ Ἰσραὴλ ὁδὸν Ἀθαρείν· καὶ ἐπολέμησεν πρὸς Ἰσραήλ, καὶ κατεπρονόμευσαν ἐξ αὐτῶν αἰχμαλωσίαν.

καὶ ηὔξατο Ἰσραὴλ εὐχὴν Τυρίῳ καὶ εἶπεν Ἐάν μοι παραδῷς τὸν λαὸν τοῦτον ὑποχείριον, ριον, ἀναθεματιῶ αὐτὸν καὶ τὰς πόλεις αὐτοῦ.

καὶ εἰσἠκουσεν κύριος τῆς φωνῆς Ἰσραὴλ καὶ παρέδωκεν τὸν χανανεὶ αὐτοῦ· καὶ ἀνεθεμάτισεν αὐτὸν καὶ τὰς πόλεις αὐτοῦ, καὶ ἐπ’ τὸ ὄνομα τοῦ τόπου ἐκείνου Ἀνάθεμα.

Καὶ ἀπάραντες ἐξ Ὣρ τοῦ ὄρους ὁδὸν ἐπὶ θάλασσαν ἐρυθρὰν περιεκύκλωσαν γῆν Ἐδώμ· καὶ ὠλιγοψύχησεν ὁ λαὸς ἐν τῇ ὁδῷ.

καὶ κατελάλει ὁ λαὸς πρὸς τὸν θεὸν καὶ κατὰ Μωυσῆ λέγοντες Ἵνα τί τοῦτο ἐξήγαγες ἡμᾶς ἐξ Αἰγύπτου ἀποκτεῖναι ἐν τῇ ἐρήμῳ ; ὅτι οὐκ ἔστιν ἄρτος οὐδὲ ὕδωρ, ἡ δὲ ψυχὴ ἡμῶν προσώχθισεν ἐν τῷ ἄρτῳ τῷ διακένῳ.

καὶ ἀπέστειλεν κύριος εἰς τὸν λαὸν τοὺς ὄφεις τοὺς θανατοῦντας, καὶ ἔδακνον τὸν λαόν· καὶ ἀπέθανεν λαὸς πολὺς τῶν υἱῶν Ἰσραήλ.

καὶ παραγενόμενος ὁ λαὸς πρὸς Μωυσῆν ἔλεγον ὅτι Ἡμάρτομεν ὅτι κατελαλήσαμεν κατὰ τοῦ κυρίου καὶ κατὰ σοῦ· εὖξαι οὖν πρὸς κύριον, καὶ ἀφελέτω ἀφ’ ἡμῶν τὸν ὄφιν. καὶ Μωυσῆς πρὸς κύριον περὶ τοῦ λαοῦ.

καὶ εἶπεν κύριος πρὸς Ποίησον σεαυτῷ ὄφιν, καὶ θὲς αὐτὸν ἐπὶ σημείου· καὶ ἔσται ὄφις ἄνθρωπον, πᾶς ὁ δεδηγμένος ἰδὼν αὐτὸν ζήσεται.

καὶ ἐποίησεν Μωυσῆς ὄφιν χαλκοῦν, καὶ ἔστησεν αὐτὸν ἐπὶ σημείου· καὶ ἐγένετο ὅταν ἔδακνεν ὄφις ἄνθρωπον, καὶ ἐπέβλεψεν ἐπὶ τὸν ὄφιν τὸν χαλκοῦν, καὶ