Numbers

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἀπῆραν οἱ υἱοὶ Ἰσραήλ, καὶ παρενέβαλον ἐν Ὠβώθ.

καὶ ἐξάραντες ἐξ Ὠβώθ, καὶ παρενέβαλον ἐν χαλγαεὶ ἐκ τοῦ πέραν, ἐν τῇ ἐρήμῳ ἥ ἐστιν κατὰ πρόσωπον Μωὰβ κατὰ ἀνατολὰς ἡλίου.

ἐκεῖθεν ἀπῆραν, καὶ παρενέβαλον εἰς φάραγγα Ζάρετ.

ἐκεῖθεν ἀπάραντες παρενέβαλον εἰς τὸ πέραν ’ [*](ΧΧΙ 1 Χανανεις] Χαναναιος Α χανανις F | ἦλθεν γὰρ] ὅτι ἦλθεν AF | AF Αθαρειμ AF 3 παρέδωκεν] † κύριος F | χανανι Α χανανιν F | αὐτοῦ 1°] ἀυτῶ AF | επεκαλεσεν Α 4 γην] Pr τὴν AF I Εδωμ] Εδεμ ολγοψ. F 5 om τοῦτο AF | ἐξηγάγετε Α | om ἧμας F* (hab F1 (mg)) ἀποκτείναι] + ἧμας AF | δακενω] + τούτω AF 6 ὄφις Α | 7 ἡμάρτομεν] ἡμαρτήκαμεν AF | σου εὖξαι οὑν sup ras Bavid | ἀφ’ ἤμων ’τον ὄφιν κ εὔξατο Μωυσῆς πρὸς κν περ του λαοῦ sup ras et in mgg Babvid 8 ὄφις] pr ο F1 (mg)? 9 ἔδακνεν] ἔδακεν Α om F | ὄφις] pr ο F1 mg vid | om και 5° F 10—11 om εν Ωβωθ...παρενεβαλον B* 11 om και 2° AF | χαλγαει] Αχελγαι AFvid Αχελ.αι) | ἐκ του τω πέραν AF | κατα °] κατ AF 12 om εκειθεν...Ζαρετ F | Ζαρε Α 13 εκειθεν] pr και AF | πέρα B* ν superscr Bab))

302
[*](B) ἐν τῇ ἐρήμῳ, τὸ ἐξέχον ἀπὸ τῶν ὁρίων τῶν Ἀμορραίων· ἔστιν γὰρ Ἀρνῶν ὅρια Μωὰβ ἀνὰ μέσον Μωὰβ καὶ ἀνὰ μέσον τοῦ Ἀμορραίου.

διὰ τοῦτο λέγεται ἐν βιβλίῳ Πόλεμος τοῦ κυρίου

  • τὴν Ζωὸβ ἐφλόγισεν
  • καὶ τοὺς χειμάρρους Ἀρνών·
  • καὶ τοὺς χειμάρρους κατέστησεν κατοικίσαι Ἤρ,
  • καὶ πρόσκειται τοῖ, ὁρίοις Μωὰβ.
  • καὶ ἐκεῖθεν τὸ φρέαρ· τοῦτο φρέαρ ὃ εἶπεν Κύριος πρὸς Μωυσῆν Συνάγαγε τὸν λαόν, καὶ δώσω αὐτοῖς ὕδωρ πιεῖν.

    τότε ᾖσεν Ἰσραὴλ τὸ ᾆσμα τοῦτο ἐπὶ τοῦ φρέατος

  • Ἐξάρχετε αὐτῷ·
  • φρέαρ, ὤρυξαν αὐτὸ ἄρχοντες,
  • ἐξελατόμησαν αὐτὸ βασιλεῖς ἐθνῶν.
  • ἐν τῇ βασιλείᾳ αὐτῶν, ἐν τῷ κυριεῦσαι αὐτῶν.
  • καὶ ἀπὸ φρέατος εἰς Μανθαναείν·