Numbers

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ καὶ οὐκ ἠθέλησεν Ἐδὼμ δοῦναι τῷ Ἰσραὴλ παρελθεῖν διὰ τῶν ὁρίων αὐτοῦ· καὶ ἐξέκλινεν Ἰσραὴλ ἀπ’ αὐτοῦ.

Καὶ ἀπῆραν ἐκ Καδής· καὶ παρεγένοντο οἱ υἱοὶ Ἰσραήλ, πᾶσα συναγωγή, εἰς Ὣρ τὸ ὄρος.

καὶ εἶπεν κύριος πρὸς Μωυσῆν καὶ Ωρ τῷ ὄρει ἐπὶ τῶν ὁρίων γῆς Ἐδὼμ λέγων

Προστε- Ἀαρὼν πρὸς τὸν λαὸν αὐτοῦ, ὅτι οὐ μὴ εἰσέλθητε εἰς τὴν γῆν ἣν δέδωκα τοῖς υἱοῖς Ἰσραήλ, διότι παρωξύνατέ με ἐπὶ τοῦ ὕδατος τῆς λοιδορίας.

λάβε τὸν Ἀαρὼν καὶ Ἐλεαζὰρ τὸν υἱὸν αὐτοῦ, καὶ ἀναβίβασον αὐτοὺς εἰς Ὣρ τὸ ὄρος ἔναντι πάσης τῆς συναγωγῆς·

καὶ ἔκδυσον Ἀαρὼν τὴν στολὴν αὐτοῦ καὶ ἔνδυσον Ἐλεαζὰρ τὸν υἱὸν αὐτοῦ, καὶ Ἀαρὼν προστεθεὶς ἀποθανέτω ἐκεῖ.

καὶ ἐποίησεν Μωυσῆς καθὰ συνέταξεν Κύριος, καὶ ἀνεβίβασεν αὐτὸν εἰς Ὣρ τὸ ὄρος ἐναντίον πάσης τῆς συναγωγῆς.

καὶ ἐξέδυσεν Ἀαρὼν τὰ ἱμάτια αὐτοῦ καὶ ἐνέδυσεν Ἐλεαζὰρ τὸν υἱὸν αὐτοῦ. καὶ ἀπέθανεν Ἀαρὼν ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους, καὶ κατέβη Μωυσῆς καὶ Ἐλεαζὰρ ἐκ τοῦ ὄρους.

καὶ εἶδεν πᾶσα ἡ συναγωγὴ ὅτι ἀπελύθη Ἀαρών. καὶ ἔκλαυσαν τὸν Ἀαρὼν τριάκοντα ἡμέρας πᾶς οἶκος Ἰσραήλ.

[*](AF)[*](15 om κα 1 o F* (superset F1) Ι παρωκηκαμεν F | ἐν Αἶγ’.] εἰς Αἴγυπτον Α om ημ. πλ. Α | οἱ Αἶγ’.] + ἡμέρας πλείους Α 16 om ἤμων F* (superscr 17 om κα BabAF 19 τε] ’δε Α | κτήνη] + μου AF I παρελευσ. 2 o] πορευόμεθα 20 αὐτοῦ Α 22 συναγωγη | pr η BabAF 23 Ωρ] pr τὼ F 24 ἔδωκα Α | Ισραηλ] + ἐν κατασχέσει AF 25 λάρων] + ’τον ἀδελφὸν σου Α | 27 Κυριος] pr αυτω Bab + ἀυτῶ AF j αὐτὸν] αὐτοὺς AF | om τῆς F 28 ο] pr ’τον AF | ενεδυσεν] † ἀυτὰ BabAFl + αὐτὸν F* Ι Ααρων 2°] + 29 ἴδεν Α | om πα, οἶκος Ισραηλ F)
301