Numbers

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ εἶπεν Κύριος πρὸς Μωυσῆν καὶ Ἀαρών ὅτι οὐκ ἐπιστεύσατε ἁγιάσαι με ἐναντίον υἱῶν Ἰσραήλ, διὰ τοῦτο οὐκ εἰσάξετε ὑμεῖς τὴν συναγωγὴν ταύτην εἰς τὴν γῆν ἢν δέδωκα αὐτοῖς.

τοῦτο ὕδωρ ἀντιλογίας, ὅτι ἐλοιδορήθησαν οἱ υἱοὶ Ἰσραὴλ ἔναντι κυρίου, καὶ ἡγιάσθη ἐν αὐτοῖς.

Καὶ ἀπέστειλεν Μωυσῆς ἀγγέλους ἐκ καδὰς πρὸς βασιλέα Ἐδὼμ λέγων τάδε λέγει ὁ ἀδελφός σου Ἰσραήλ Σὺ ἐπίστη [*](XX 1 Σιν AF | πω πρω sup ras Bab τρίτω B* vid) 2 ηθροισθ.] AF συνηθροισθ. AF 3 ἀπεθάνομεν] ἀπωλόμεθα AF 4, 5 ἀνηγάγετε BabAF 5 τόπον] † ’τον πόνηρον BabA (om B* F) Ι σπειρεται] σπερειται Α | ουδε 3 o, 4 o] ουτε AF 6 επεσαν Β* (vid) AF 8 τῆ συνατην συναγωγην AF | ενάντιον AF | εξοιδεται AF 12 υιων] pr Α Ι εδωκα Α 13 υδωρ] pr το F)

300
[*](B) μόχθον τὸν εὑρόντα ἡμᾶς·

καὶ κατέβησαν οἱ πατέρες ἡμῶν εἰς Αἴγυπτον, καὶ παρῳκήσαμεν ἐν Αἰγύπτῳ ἡμέρας πλείους, καὶ ἐκάκωσαν ἡμᾶς οἱ Αἰγύπτιοι καὶ τοὺς πατέρας ἡμῶν •

καὶ ἀνεβοήσαμεν πρὸς κύριον, καὶ εἰσήκουσεν κύριος τῆς φωνῆς ἡμῶν, καὶ ἀποστείλας ἄγγελον ἐξήγαγεν ἡμᾶς ἐξ Αἰγύπτου· καὶ νῦν ἐσμὲν ἐν καδής, πόλει ἐκ μέρους τῶν ὁρίων σου.

παρελευσόμεθα διὰ τῆς γῆς σου· οὐ διελευσόμεθα δι’ ἀγρῶν οὐδὲ δι’ ἀμπελώνων, οὐδὲ πιόμεθα ὕδωρ ἐκ λάκκου σου· ὁδῷ βασιλικῇ πορευσόμεθα, καὶ οὐκ ἐκκλινοῦμεν δεξία οὐδὲ εὐώνυμα ἕως ἀν’ παρέλθωμεν τὰ ὅριά σου.

καὶ εἶπεν πρὸς αὐτὸν Ἐδώμ Οὐ διελεύσῃ δι’ ἐμοῦ· εἰ δὲ μή, ἐν πολέμῳ ἐξελεύσομαι εἰς συνάντησίν σοι.

καὶ λέγουσιν αὐτῷ οἱ υἱοὶ Ἰσραήλ Παρὰ τὸ ὄρος παρελευσόμεθα· ἐὰν δὲ τοῦ ὕδατός σου πίωμεν ἐγώ τε καὶ τὰ κτήνη, δώσω τιμήν σοι· ἀλλὰ τὸ πρᾶγμα οὐδέν ἐστιν, παρὰ τὸ ὄρος παρελευσόμεθα.

ὁ δὲ εἶπεν Οὐ διελεύσῃ δι’ ἐμοῦ· καὶ ἐξῆλθεν Εδὼμ εἰς συνάντησιν αὐτῷ ἐν ὄχλῳ βαρεῖ καὶ ἐν χειρὶ ἰσχυρᾷ.