Numbers

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἐλοιὁ λαὸς πρὸς Μωυσῆν λέγοντες Ὄφελον ἀπεθάνομεν ἐν τῇ ἀπωλίᾳ τῶν ἀδελφῶν ἡμῶν ἔναντι κυρίου.

καὶ ἵνα τί ἀνήγαγες τὴν συναγωγὴν κυρίου εἰς τὴν ἔρημον ταύτην ἀποκτεῖναι ἡμᾶς καὶ τὰ κτήνη ἡμῶν ;

καὶ ἵνα τί τοῦτο ἀνήγαγες ἡμᾶς ἐξ Αἰγύπτου παραγενέσθαι εἰς τὸν τόπον τοῦτον ; τόπος οὗ οὐ σπείρεται, οὐδὲ συκαῖ οὐδὲ ἄμπελοι οὐδὲ ῥόαι, οὐδὲ ὕδωρ ἐστὶν πιεῖν.

καὶ ἦλθεν Μωυσῆς καὶ Ἀαρὼν ἀπὸ προσώπου τῆς συναγωγῆς ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ ἔπεσαν ἐπὶ πρόσωπον· κοὶ ὤφθη ἡ δόξα κυρίου πρὸς αὐτούς.

καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων

Λάβε τὴν ῥάβδον, καὶ ἐκκλησίασον τῇ συναγωγῇ σὺ καὶ Ἀαρὼν ὁ ἀδελφός σου, καὶ λαλήσατε πρὸς τὴν πέτραν ἔναντι αὐτῶν, καὶ δώσει τὰ ὕδατα αὐτῆς· καὶ ἐξοίσετε αὐτοῖς ὕδωρ ἐκ τῆς πέτρας, καὶ ποτιεῖτε τὴν συναγωγὴν καὶ τὰ κτήνη αὐτῶν.

καὶ ἔλαβεν Μωυσῆς τὴν ῥάβδον τὴν ἀπέναντι κυρίου, καθὰ συνέταξεν κύριος·

καὶ ἐξεκκλησίασεν Μωυσῆς καὶ Ἀαρὼν τὴν συναγωγὴν ἀπέναντι τῆς πέτρος, καὶ εἶπεν πρὸς αὐτούς Ἀκούσατέ μου, οἱ ἀπειθεῖς· μὴ ἐκ τῆς πέτρας ταύτης ἐξάξομεν ὑμῖν ὕδωρ ;

καὶ ἐπάρας Μωυσῆς τὴν χεῖρα αὐτοῦ ἐπάταξεν τὴν πέτραν τῇ ῥάβδῳ δίς, καὶ ἐξῆλθεν ὕδωρ πολύ, καὶ ἔπιεν ἡ συναγωγὴ καὶ τὰ κτήνη αὐτῶν.