Leviticus

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν. ἐν τῷ μηνὶ τῷ ἑβδόμῳ ἑορτάσετε αὐτήν.

ἐν σκηναῖς κατοικήσετε ἑπτὰ ἡμέρας, πᾶς ὁ αὐτόχθων ἐν Ἰσραὴλ κατοικήσει ἐν σκηναῖς·

ὅπως ἴδωσιν αἱ γενεαὶ ὑμῶν ὅτι ἐν σκηναῖς κατοίκισα τοὺς υἱοὺς Ἰσραὴν ἐν τῷ ἐξαγαγεῖν με αὐτοὺς ἐκ γῆς Αἰγύπτου. ἐγὼ Κύριος ὁ θεὸς ὑμῶν.

καὶ ἐλάλησεν Μωυσῆς τὰς ἑορτὰς Τυρίου τοῖς υἱοῖς Ἰσραήλ.

Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων

Ἔντειλαι τοῖς υἱοῖς ήλ, καὶ λαβέτωσάν μοι ἔλαιον ἐλάινον καθαρὸν κεκομμένον εἰς φῶς, καῦσαι λύχνον διὰ παντός.

ἔξωθεν τοῦ καταπετάσματος ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου καύσουσιν αὐτὸν Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ ἀπὸ ἑσπέρας ἕως πρωὶ ἐνώπιον κυρίου ἐνδελεχῶς· νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν.

ἐπὶ τῆς λυχνίας τῆς καθαρᾶς καύσετε τοὺς ἔναντι κυρίου ἕως τὸ πρωί.

καὶ λήμψεσθε σεμίδαλιν καὶ αὐτὴν δώδεκα ἄρτους, δύο δεκάτων ἔσται ὁ ἄρτος ὁ εἷς.

καὶ [*](36 ὁλοκαυτώματα 1°] ὁλοκαύτωμα Α | ὀγδόη ἅγια sup ras B1?a? | ἅγια κλητη] κλητὴ ἅγια AF | ὁλοκαυτώματα 2°] ὁλοκαύτωμα AF | κυρίω] pr AF 37 κυρίω] pr τὼ Α κυρίου F | καλέσετε] + ἀυτὰς F 38 πασῶν] πάντων BA 39 ἥμερα 1°] pr τῆ Α | ἑορτάσετε AF | ζ΄ ] ἔπτα AF | τῆ 2°] τῆ ’δε ἠμ’. F 40 λημψεσθε] + ἑαυτοῖς F | τῆ πρωτη] pr τῆ ἥμερα (om B*A) | ξύλου 2°] ξύλων Α | ἰτέας] ιταιας F | εὐφρανθῆναι] 42 κατοικησεται Α | πᾶς] ς sup ras Aa? 43 ἴδωσιν] ἀν’ ειδωσιν F | κατοικισα] κατῴκησα Α κατῴκισα F 44 Κυριου] + του θεοῦ F XXIV 3 καυσουσιν] pr καὶ B ab AF | αὐτὸν B*F vid] αὐτὸ B a (vid) b A | ἄπο εσπερας] ἀπ’ εσπ. Α ἀφ’ εσπ. F 4 καύσεται Α | τὸ πρωι] pr εἰς B ab om τὸ Α 6 ἐπιθήσεται Α)

240
[*](B) σετε αὐτοὺς δύο θέματα, ἐξ ἄρτους τὸ ἱν θέμα, ἐπὶ τὴν τράπεζαν τὴν καθαρὰν ἔναντι κυρίου.

καὶ ἐπιθήσετε ἐπὶ τὸ θέμα λίβανον καθαρὸν καὶ ἅλα, καὶ ἔσονται εἰς ἄρτους εἰς ἀνάμνησιν προκείμενα τῷ κυρίῳ.

τῇ ἡμέρᾳ τῶν σαββάτων προθήσεται ἔναντι κυρίου διὰ παντὸς ἐνώπιον τῶν υἱῶν Ἰσραήλ, διαθήκην αἰώνιον.

καὶ ἔσται λάρων καὶ τοῖς υἱοῖς αὐτοῦ, καὶ φάγονται αὐτὰ ἐν τόπῳ ἁγίῳ· ἔστιν γὰρ ἅγια τῶν ἁγίων τοῦτο αὐτῶν ἀπὸ τῶν θυσιαζομένων τῷ κυρίῳ, νόμιμον αὐώνιον.

Καὶ ἐξῆλθεν υἱὸς γυναικὸς Ἰσραηλείτιδος, καὶ οὗτος ἦν υἱὸς Αἰγυπτίου ἐν τοῖς υἱοῖς Ἰσραήλ· καὶ ἐμαχέσαντο ἐν τῇ παρεμβολῇ ὁ ἐκ τῆς Ἰσραηλείτιδος καὶ ὁ ἄνθρωπος ὁ Ἰσραηλείτης,

καὶ ἐπονομάσας μάσας ὁ υἱὸς τῆς γυναικὸς τῆς Ἰσραηλείτιδος τὸ ὄνομα κατηράσατο. καὶ ἤγαγον αὐτοὺς πρὸς Μωυσῆν· καὶ τὸ ὄνομα τῆς μητρὸς αὐτοῦ θ θυγάτηρ Δαβρεὶ ἐκ τῆς φυλῆς Δάν.

καὶ ἀπέθεντο αὐτὸν φυλακήν, διακρῖναι αὐτὸν διὰ προστάγματος κυρίου.

Καὶ ν κύριος πρὸς Μωυσῆν λέγων

᾿Εξάγαγε τὸν κατάρασά. μένον ἔξω τῆς παρεμβολῆς, καὶ ἐπιθήσουσιν πάντες οἱ ἀκούσαντες τὰς χεῖρας αὐτῶν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ λιθοβολήσουσιν αὐτὸν πᾶσα ἡ συναγωγή.

καὶ τοῖς υἱοῖς Ἰσραὴλ λάλησον καὶ ἐρεῖς πρὸς αὐτούς Ἄνθρωπος ὃς ἐὰν καταράσηται θεόν, ἁμαρτίαν λήμψεται,

ὀνομάζων δὲ τὸ ὄνομα κυρίου θανάτῳ θανατούσθω· λίθοις λιθοβολείτω αὐτὸν πᾶσα συναγωγὴ Ἰσραήλ· ἐόν τε προσήλυτος ἐάν τε ὢν, ἐν τῷ ὀνομάσαι αὐτὸν τὸ ὄνομα κυρίου τελευτάτω.