Leviticus

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ καλέσετε ταύτην τὴν ἡμέραν κλητήν· ἁγία ἔσται ὑμῖν, πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε ἐν αὐτῇ· νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν ἐν πάσῃ τῇ κατοικίᾳ ὑμῶν.

Καὶ ὅταν θερίζητε τὸν θερισμὸν τῆς γῆς ὑμῶν, οὐ συντελέσετε τὸ λοιπὸν τοῦ θερισμοῦ τοῦ ἀγροῦ σου ἐν τῷ θερίζειν σε, καὶ τὰ ἀποπίπτοντα τοῦ θερισμοῦ σου οὐ συλλέξεις· τῷ πτωχῷ καὶ τῷ προσηλύτῳ ὑπολείψῃ αὐτό. ἐγὼ κύριος ὁ θεὸς ὑμῶν.

Καὶ ἐλάλησεν Κύριος πρὸς Μωυσῆν λέγων

Λάλησον τοῖς υἱοῖς Ἰσραὴλ λέγων τοῦ μηνὸς τοῦ ἑβδόμου μιᾷ τοῦ μηνὸς ἔσται ὑμῖν ἀνάπαυσις, μνημόσυνον σαλπίγγων , κλητὴ ἁγία ἔσται ὑμῖν·

πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε, καὶ προσάξετε ὁλοκαύτωμα κυρίῳ·

Καὶ ἐλάλησεν Κύριος πρὸς Μωυσῆν λέγων

Καὶ τῇ ἄτῃ τοῦ μηνὸς τοῦ ἑβδόμου τούτου ἡμέρα ἑξιλασμοῦ, κλητὴ ἁγία ὑμῖν· καὶ ταπεινώσετε τὰς ψυχὰς ὑμῶν, καὶ προσάξετε ὁλοκαύτωμα τῷ κυρίῳ.

πᾶν ἔργον οὐ ποιήσετε ἐν αὐτῇ τῇ ἡμέρᾳ ύτῃ· ἔστιν γὰρ ἡμέρα ἐξιλασμοῦ αὕτη ὑμῖν, ἐξιλάσασθαι περὶ ὑμῶν ἔναντι κυρίου τοῦ θεοῦ ὑμῶν.

πᾶσα ψυχὴ ἥτις μὴ ταπεινωθήσεται ἐν αὐτῇ τῇ ἡμέρᾳ ταύτῃ ἐξολεθρευθήσεται ἐκ τοῦ λαοῦ αὐτῆς.

καὶ πᾶσα ψυχὴ ἥτις ποιήσει ἔργον ἐν αὐτῇ τῇ ἡμέρᾳ ταύτῃ, ἀπολεῖται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ λαοῦ αὐτῆς.

πᾶν ἔργον οὐ ποιήσετε. νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν ἐν πόσαις κατοικίαις ὑμῶν.

σάββατα σαββάτων ἔσται ὑμῖν, καὶ ταπεινώσετε τὰς ψυχὰς ὑμῶν. ἀπὸ ἐνάτης τοῦ μηνὸς ἀπὸ ἑσπέρας ἕως ἑσπέρας σαββατιεῖτε τὰ σάββατα ὑμῶν.

Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων

Λάλησον τοῖς υἱοῖς Ισραὴν λέγων τῇ πεντεκαιδεκάτῃ τοῦ μηνὸς τοῦ ἑβδόμου τούτου ἑορτὴ σκηνῶν ἑπτὰ ἡμέρας τῷ κυρίῳ.

καὶ ἡ ἡμέρα ἡ πρώτη κλητὴ ἁγία, πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε.

ἑπτὰ ἡμέρας προσ- [*](AF 21 κλήτην] κλητὴ AF | ποιήσεται Α | τῆ κατοικία] om τῆ F 22 om σου 2° F | υπολειψη] υπολιψεις F | αὐτὸ] ἀυτὰ B ab AF | ο θεος] om ο 24 ἔσται ὕμιν 2°] τὼ κυρίω F 25 κυρίω] pr τὼ AF 28 om Α | εξιλασασθε F 31 κατοικιαις] pr ταῖς F 32 ἐσπέρας 2°] pr του μηνὸς F | σαββατιειται F 34 εβδ. τούτου sup ras et in mg F1 36 προσάξετε 1°] προσαξεται A)

239
ἄξετε ὁλοκαυτώματα τῷ κυρίῳ· καὶ ἡ ἡμέρα ἡ ὀγδόη ἁγία κλητὴ ἔσται [*](B) ὑμῖν, καὶ προσάξετε ὁλοκαυτώματα Κυρίῳ· ἐξόδιόν ἐστιν, πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε.

αὗται αἱ ἑορταὶ κυρίῳ ἃς καλέσετε κλητὰς ἁγίας, ὥστε προσενέγκαι καρπώματα τῷ κυρίῳ, ὁλοκαυτώματα κα θυσίας αὐτῶν καὶ σπονδὰς αὐτῶν τὸ καθ’ ἡμέραν εἰς ἡμέραν.

πλὴν τῶν σαββάτων κυρίου καὶ πλὴν τῶν δομάτων ὑμῶν καὶ πλὴν πασῶν τῶν εὐχῶν ὑμῶν καὶ πλὴν τῶν ἑκουσίων ὑμῶν ἃ ἄν δῶτε τῷ κυρίῳ.

Καὶ ἐν τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τοῦ ἑβδόμου τούτου, ὅταν συντελέσητε τὰ γενήματα τῆς γῆς, ἑορτά. σατε τῷ κυρίῳ ζ΄ ἡμέρας· τῇ ἡμέρᾳ τῇ πρώτῃ ἀνάπαυσις, καὶ τῇ ἡμέρα τῇ ὀγδόῃ ἀνάπαυσις.

καὶ λήμψεσθε τῇ πρώτῃ καρπὸν ξύλου ὡραῖον καὶ κάλλυνθρα φοινίκων καὶ κλάδους ξύλου δασεῖς καὶ ἰτέας καὶ ἄγνου κλάδους ἐκ χειμάρρου, εὐφρανθῆναι ἔναντι κυρίου τοῦ θεοῦ ὑμῶν ἑπτὰ ἡμέρας τοῦ ἐνιαυτοῦ·