Leviticus

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν μετὰ τὸ τελευτῆσαι τοὺς δύο υἱοὺς Ἀαρὼν ἐν τῷ προσάγειν αὐτοὺς πῦρ ἀλλότριον ἔναντι Κυρίου, [*](22 οὐ ἔαν] ἐφ’ οὐ ἀν’ F Ι λούσεται] + τὸ σῶμα F 23 οὑς... | ἔπι F ι AF ἔαν] ἀν’ F | καθίση] ἀυτὴ κάθηται AF | τὼ απτ.] pr ’δε Α Ι ἀκάθαρτος AF 24 om καὶ 2° F | ἐφ’ η] ἐφ’ ἢν F 25 ῥύσει] ῥύσιν F Ι αἰ ἥμεραι 1°] αἰ F Ι ἀφέδρου 2°] + ἀύτης F 26 πάσα κοίτη F Ι ἐφ’ ἢν] ἐφ’ η Α | + ἀύτης Bab mg F | ἀφέδρου °] + ἀύτης F | ἔαν] ἀν’ AF | ἀφέδρου 2°] F 28 ῥύσεως] + ἀύτης F Ι ἀυτὴ] εαυτη F 29 ἀυτὴ] om Α εαυτη F | νεοσσοὺς AF 31 om ἀυτῶν 2°] Α 33 τῆ αφεδρω] om τῆ F om καὶ 2° B*A (hab B1? b F) | τὼ ἀνδρὶ] pr ἐν Α | μέτα B*bAF] μετ’ XVI 1 προσάγειν] προσφέρειν F)

222
[*](B) καὶ ἐτελεύτησαν·

καὶ εἶπεν κόριος πρὸς Μωυσῆν Λάλησον πρὸς Ἀαρὼν τὸν ἀδελφόν σου, καὶ μὴ εἰσπορευέσθω πᾶσαν ὥραν εἰς τὸ ἅγιον ἐσώτερον τοῦ καταπετάσματος εἰς πρόσωπον τοῦ ἱλαστηρίου, ὅ ἐστιν ἐπὶ τῆς κιβωτοῦ τοῦ μαρτυρίου, καὶ οὐκ ἀποθανεῖται· ἐν γὰρ νεφέλῃ ὀφθήσομαι ἐπὶ τοῦ ἱλαστηρίου.

οὕτως εἰσελεύσεται Ααρὼν εἰς τὸ ἅγιον· ἐν μόσχῳ ἐκ βοῶν περὶ ἁμαρτίας, καὶ κριὸν εἰς ὁλοκαύτωμα.

καὶ χιτῶνα λινοῦν ἡγιασμένον ἐνδύσεται, καὶ περισκελὲς λινοῦν ἔσται ἐπὶ τοῦ χρωτὸς αὐτοῦ, καὶ ζώνῃ λινῇ ζώσεται, καὶ κίδαριν λινῆν περιθήσεται· ἱμάτια ἅγιά ἐστιν, καὶ λούσεται ὕδατι πᾶν τὸ σῶμα αὐτοῦ καὶ ἐνδύσεται αὐτά.

καὶ παρὰ τῆς συναγωγῆς τῶν υἱῶν Ἰσραὴλ λήμψεται δύο χιμάρους ἐξ αἰγῶν περὶ ἁμαρτίας καὶ κριὸν ἔνα εἰς ὁλοκαύτωμα.

καὶ προσάξει Ἀαρὼν τὸν μόσχον τὸν περὶ τῆ, ἁμαρτίας αὐτοῦ, καὶ ἐξιλάσεται περὶ αὐτοῦ καὶ τοῦ οἴκου αὐτοῦ.

καὶ λήμψεται τοὺς δύο χιμάρους καὶ στήσει αὐτοὺς ἔναντι κυρίου παρὰ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου·

καὶ ἐπιθήσει Ἀαρὼν ἐπὶ τοὺς δύο χιμάρους κλῆρον ἕνα τῷ κυρίῳ καὶ κλῆρον ἕνα τῷ ἀποπομπαίῳ.

καὶ προσάξει Ἀαρὼν τὸν χίμαρον ἐφ’ ὃν ἐπῆλθεν ἐπ’ αὐτὸν ὁ κλῆρος τῷ κυρίῳ, καὶ προσοίσει περὶ ἁμαρτίας·

καὶ τὸν χίμαρον ἐφ’ ὃν ἐπῆλθεν ἐπ’ αὐτὸν ὁ κλῆρος τοῦ ἀποπομπαίου, στήσει αὐτὸν ἔναντι κυρίου ζῶντα τοῦ ἐξιλάσασθαι ἐπ’ αὐτοῦ, ὥστε ἀποστεῖλαι αὐτὸν εἰς τὴν ἀποπομπήν· ἀφήσει αὐτὸν εἰς τὴν ἔρημον.

καὶ προσάξει Ἀαρὼν τὸν μόσχον τὸν περὶ τῆς ἁμαρτίας τὸν αὑτοῦ καὶ τοῦ οἴκου αὐτοῦ μόνον, καὶ ἐξιλάσεται περὶ αὑτοῦ καὶ τοῦ οἴκου αὐτοῦ, καὶ σφάξει τὸν μόσχον τὸν περὶ τῆς ἁμαρτίας τὸν αὑτοῦ.

καὶ λήμψεται τὸ πυρεῖον πλῆρες ἀνθράκων πυρὸς ἀπὸ τοῦ θυσιαστηρίου τοῦ ἀπέναντι κυρίου, καὶ πλήσει τὰς χεῖρας θυμιάματος συνθέσεως λεπτῆς καὶ εἰσοίσει ἐσώτερον τοῦ καταπετάσματος,

καὶ ἐπιθήσει τὸ θυμίαμα ἐπὶ τὸ πῦρ ἔναντι κυρίου· καὶ καλύψει ἡ ἀτμὶς τοῦ θυμιάματος τὸ ἱλαστήριον τὸ ἐπὶ τῶν μαρτυρίων, καὶ οὐκ ἀποθανεῖται.