Leviticus

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ πᾶς ὃς ἐὰν ς κοίτης αὐτῆς πλυνεῖ τὰ ἱμάτια αὐτοῦ κα λούσεται τὸ αὐτοῦ ὕδατι, καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας.

καὶ πᾶς ὁ [*](AF 9 πὰν] pr ἔπι Α Ι om ὄνου F Ι επιβη] καθίση Α 10 + ἄπο πάντων Y | ὅσα ἔαν] ὅσ’ ἔαν Α ὅσα ἀν’ F | ἀκάθαρτος 1°] ἀκάθαρτον τος F1vid) 11 ἔαν] ἀν’ F Ι τὰς χεῖρας] + αὐτοῦ F | νενιπται] νιπτεται F + ὕδατι BabF | τὸ σῶμα] + αὐτοῦ F 12 ἀν’] ἔαν Α 13 ἀυτῶ] ἑαυτὼ AF Ι καθαρισμον] + αὐτοῦ BabF Ι τὸ σῶμα] + αὐτοῦ F | υδατι] + ζῶντι F | καθαρος] ἀκάθαρτος F 14 νεοσσοὺς AF 15 απο] περ Α 16 ω] ὃς Α 17 ἔαν] ἀν’ F 18 μετ’ ἀύτης ἀνὴρ F 19 ἔαν] ἀν’ F | ἥμερα Β* ἡμέρας Βa?b A ερ sup ras A1]) | ἔσται °] ἔστω Α 20 πὰν εφ ο 1° B1?b (om Β*)] ἔαν ἐφ’ ο Α ι επικαθιση] καθειση F 21 ἔαν] ἀν’ F 22 πας] ς sup ras Aa)

221
ἀπτόμενος παντὸς σκεύους οὗ ἐὰν καθίσῃ ἐπ’ αὐτὸ πλυνεῖ τὰ ἱμάτια [*](B) αὐτοῦ καὶ λούσεται ὕδατι, καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας.

ἐὰν δὲ ἐν τῇ κοίτῃ αὐτῆς οὔσης ἢ ἐπὶ τοῦ σκεύους οὗ ἐὰν καθίσῃ ἐπ’ αὐτῷ ἐν τῷ ἅπτεσθαι αὐτὸν αὐτῆς, ἀκάθαρτον ἔσται ἕως ἑσπέρας.

ἐὰν δὲ κοίτῃ τις κοιμηθῇ μετ’ αὐτῆς, καὶ γένηται ἡ ἀκαθαρσία αὐτῆς ἐπ’ αὐτῷ, καὶ ἀκάθαρτος ἔσται ἑπτὰ ἡμέρας· καὶ πᾶσα κοίτη ἐφ’ ᾗ ἂν κοιμηθῇ ἐπ’ αὐτῆς ἀκάθαρτος ἔσται.

Καὶ γυνὴ ἐὰν ῥέῃ ῥύσει αἵματος ἡμέρας πλείους οὐκ ἐν καιρῷ τῆς ἀφέδρου αὐτῆς, ἐὰν καὶ ῥέῃ μετὰ τὴν ἄφεδρον αὐτῆς, πᾶσαι αἱ ἡμέραι ῥύσεως ἀκαθαρσίας αὐτῆς καθάπερ αἱ ἡμέραι τῆς ἀφέδρου, ἀκάθαρτος ἔσται.

καὶ πᾶσαν κοίτην ἐφ’ ἢν ἂν κοιμηθῇ ἐπ’ αὐτῆς πάσας τὰς ἡμέρας τῆς ῥύσεως κατὰ τὴν κοίτην τῆς ἀφέδρου ἔσται αὐτῇ, καὶ πᾶν σκεῦος ἐφ’ ὃ ἐὰν καθίσῃ ἐπ’ αὐτὸ ἀκάθαρτον ἔσται κατὰ τὴν ἀκαθαρσίαν τῆς ἀφέδρου.

πᾶς πᾶς ὁ ἁπτόμενος αὐτῆς ἀκάθαρτος ἔσται, καὶ πλυνεῖ τὰ ἱμάτια καὶ λούσεται τὸ σῶμα ὕδατι, καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας.

ἐὰν δὲ καθαρισθῇ ἀπὸ τῆς ῥύσεως, καὶ ἐξαριθμήσεται αὐτῇ ἑπτὰ ἡμέρας, καὶ μετὰ ταῦτα καθαρισθήσεται.

καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόη λήμψεται αὑτῇ δύο τρυγόνας ἢ δύο νοσσοὺς περιστερῶν, καὶ οἴσει αὐτὰ πρὸς τὸν ἱερέα ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου·

καὶ ποιήσει ὁ ἱερεὺς τὴν μίαν περὶ ἁμαρτίας καὶ τὴν μίαν εἰς ὁλοκαύτωμα, καὶ περὶ αὐτῆς ὁ ἱερεὺς ἔναντι κυρίου ἀπὸ ῥύσεως ἀκαθαρσίας αὐτῆς.

Καὶ εὐλαβεῖς ποιήσετε τοὺς υἱοὺς Ἰσραὴλ ἀπὸ τῶν ἀκαθαρσιῶν αὐτῶν, καὶ οὐκ ἀποθανοῦνται διὰ τὴν ἀκαθαρσίαν αὐτῶν, ἐν τῷ μιαίνειν αὐτοὺς τὴν σκηνήν μου τὴν ἐν αὐτοῖς.

οὗτος ὁ νόμος τοῦ γονορρυοῦς, καὶ ἐάν τινι ἐξέλθῃ ἐξ αὐτοῦ κοίτη σπέρματος ὥστε μιανθῆναι ἐν αὐτῇ·

καὶ τῇ αἱμορροούσῃ ἐν τῇ ἀφέδρῳ αὐτῆς, καὶ ὁ γονορρυὴς ἐν τῇ ῥύσει αὐτοῦ, τῷ ἄρσενι ἢ τῇ θηλείᾳ, καὶ τῷ ἀνδρὶ ὃς ἂν κοιμηθῇ μετὰ ἀποκαθημένης.