Leviticus

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ πάντα τὰ ἑρπετὰ τῶν πετεινῶν ἃ πορεύεται ἐπὶ τέσσερα, βδελύγματά ἐστιν ὑμῖν.

ἀλλὰ ταῦτα φάγεσθε ἀπὸ τῶν ἑρπετῶν τῶν πετεινῶν ἃ πορεύεται ἐπὶ τέσσερα· ὦι σκέλη ἀνώτερον τῶν ποδῶν αὐτοῦ πηδῇν ἐν αὐτοῖς ἐπὶ τῆς γῆς.

καὶ ταῦτα φάγεσθε ἀπ’ αὐτῶν· τὸν βροῦχον καὶ τὰ ὅμοια αὐτῷ, καὶ τὸν ἀττάκην καὶ τὰ ὅμοια αὐτῷ, καὶ τὴν ἀκρίδα καὶ τὰ ὅμοια αὐτῇ, καὶ τὸν ὀφιομάχην καὶ τὰ ὅμοια αὐτῶ.

πᾶν ἑρπετὸν ἀπὸ τῶν πετεινῶν οἷς ἐστὶν τέσσαρες πόδες, ’στιν ὑμῖν.

καὶ ἐν τούτοις μιανθήσεσθε· πᾶς τῶν θνησιμαίων αὐτῶν ἀκάθαρτος ἕως ἑσπέρας,

καὶ ὁ αἴρων τῶν θνησιμαίων αὐτῶν πλυνεῖ τὰ ἱμάτια καὶ ἀκάθαρτος ι ἕως ἑσπέρας.

καὶ ἐν πᾶσιν τοῖς κτήνεσιν ὅ ἐστιν διχηλοῦν ὁπλὴν καὶ ὀνυχιστῆρας ὀνυχίζει καὶ μηρυκισμὸν οὐ μαρυκᾶται, ἀκάθαρτα ἔσονται ὑμῖν. πᾶς ὁ ἁπτόμενος τῶν θνησιμαίων αὐτῶν ἀκάθαρτος ἱστᾶι ἕως ἑσπέρας.