Leviticus

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Καὶ ταῦτα ἃ βδελύξεσθε ἀπὸ τῶν πετεινῶν, κοὶ οὐ βρωθήσεται, βδέλυγμά ἐστιν· τὸν ἀετὸν καὶ τὸν γρῦπα καὶ τὸν ἁλιάετον,

καὶ τὸν γύπα καὶ ἰκτῖνα καὶ τὰ ὅμοια αὐτῷ,

καὶ στρουθὸν καὶ γλαῦκα καὶ λάρον καὶ τὰ ὅμοια αὐτῷ,

καὶ ἱέρακα καὶ τὰ ὅμοια αὐτῷ,

καὶ νυκτικόρακα καὶ καταράκτην καὶ εἰβιν

καὶ πορφυρίωνα καὶ πελεκᾶνα καὶ κύκνον

καὶ γλαῦκα καὶ ἀρωδιὰν καὶ χαραδριὸν καὶ τὰ ὅμοια αὐτῷ, καὶ ἔποπα καὶ νυκτερίδα.