Leviticus

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ πᾶς ὃς πορεύεται ἐπὶ χειρῶν ἐν πᾶσι τοῖς θηρίοις ἃ πορεύεται ἐπὶ τέσσερα, ἀκάθαρτα ὑμῖν ἔσται· πᾶς ὁ ἁπτόμενος τῶν θνησιμαίων αὐτῶν ἀκάθαρτος ἔσται ἕως ἑσπέρας,

καὶ ὁ αἴρων τῶν θνησιμαίων αὐτῶν πλυνεῖ τὰ ἱμάτια καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας· ἀκάθαρτα ταῦτα ὑμῖν ἐστιν.

Καὶ ταῦτα ἀκάθαρτα ἀπὸ τῶν ἑρπετῶν τῶν ἐπὶ τῆς γῆς· ἡ γαλῆ κα [*](AF 12 καὶ 2°] οὐδὲ F | τῶν ἐν τὼ υδατι] om τῶν Α τῶν ἐν τοῖς ὕδασιν F ἔσται Α 13 om α AF | βδελυγματα B ab | γρῦπα] γύπα Α BAF vid (α..ετον) 14 γύπα] γρῦπα Α | ἰκτῖνα B b AF (ικτεινα B*)] F | τὰ ὅμοια ἀυτῶ] τὰ ομ. ἀυτῶν Α + κα κόρακα κα τὰ ὅμοια ἀυτω B ? F 15 ἀυτῶ] ἀυτῶν Α 16 om Α 17 ιβιν B a F ιβειν F 18 πορφυρωνα Α 19 αρωδιον B* A] ἐρωδιὸν B ab F | ἀυτῶ] ἀυτῶν Α 20 πορεύσεται F | ἔπι τεσσερα] ἔπι τεσσάρων F | βδέλυγμα F 21 αλλα] ἀλλ’ η F | τεσσάρων F | εχει] Pr α B ab F | ανωτερον] ἐπ’ ἀνώτερα F 23 πὰν ἕρπ’.] pr καὶ F | βδελυγμα B ab F | ὕμιν ἐστιν AF 24 ακαθαρτος] + ἔσται BabAF 25 ιματια] + αὐτοῦ F 26 om καὶ 1° F | πάσι F | διχηλευον F I οὐ μαρυκαται] αναμαρυκαται Α μὴ μαρυκαται F 27 ἔπι τέσσερα] ἔπι τεσσαρων F | υμιν ἔσται] ἔσται ὕμιν B a A ἐστιν υμιν F 28 ιματια]+ αυτου B ab mg F 29 επι] pr ἑρπόντων F | η γαλη] om η Α)

209
ὁ μῦς καὶ ὁ κροκόδειλος ὁ χερσαῖος,

μυγαλῆ καὶ χαμηλέων καὶ [*](B) καλαβώτης καὶ σαύρα καὶ ἀσπάλαξ.

ταῦτα ἀκάθαρτα ὑμῖν ἀπὸ πάντων τῶν ἑρπετῶν τῶν ἐπὶ τῆς γῆς· πᾶς ὁ ἁπτόμενος αὐτῶν τεθνηκότων ἀκάθαρτος ἔσται ἕως ἑσπέρας.

καὶ πᾶν ἐφ’ ὃ ἂν ἐπιπέσῃ ἀπ’ αὐτῶν τεθνηκότων αὐτῶν ἀκάθαρτον ἔσται, ἀπὸ παντὸς σκεύους ξυλίνου ἢ ἱματίου ἢ δέρματος ἢ σάκκου· πᾶν σκεῦος ὃ ἐὰν ποιηθῇ ἔργον ἐν αὐτῷ εἰς ὕδωρ βαφήσεται, καὶ ἀκάθαρτον ἔσται ἕως ἑσπέρας, καὶ καθαρὸν ἔσται.

καὶ πᾶν σκεῦος ὀστράκινον εἰς ὃ ἐὰν πέσῃ ἀπὸ τούτων ἔνδον, ὅσα ἐὰν ἔνδον ἦν ἀκάθαρτα ἔσται, καὶ αὐτὸ συντριβήσεται.