Exodus
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.
καὶ ἕνεκεν τούτου διετηρήθης ἵνα ἐνδείξωμαι ἐν σοὶ τὴν ἰσχύν μου, καὶ ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ.
ἔτι οὖν σὺ τοῦ λαοῦ μου τοῦ μὴ ἐξαποστεῖλαι αὐτούς;
ἰδοὺ ἐγὼ ὕω τὴν ὥραν αὔριον χάλαζαν πολλὴν σφόδρα, ἥτις τοιαύτη οὐ γέγονεν ἐν Αἰγύπτῳ ἀφ’ ἧς ἡμέρας ἔκτισται ἕως τῆς ἡμέρας
νῦν οὖν κατάσπευσον συναγαγεῖν τὰ κτήνη σου καὶ ὅσα σοί τῷ πεδίῳ· πάντες γὰρ οἱ ἄνθρωποι καὶ τὰ κτήνη ὅσα σοί ἐστιν ἐν τῷ πεδίῳ καὶ μὴ εἰσέλθῃ εἰς οἰκίαν, πέσῃ δὲ ἐπ’ αὐτὰ ἡ χάλαζα, τελευτήσει.
φοβούμενος τὸ ῥῆμα Τυρίου τῶν θεραπόντων Φαραὼ συνήγαγεν τὰ κτήνη αὐτοῦ εἰς τοὺς οἴκους·
ὃς δὲ μὴ προσέσχεν τῇ διανοίᾳ εἰς τὸ ῥῆμα Κυρίου, ἀφῆκεν τὰ κτήνη ἐν τοῖς πεδίοις.
Εἶπεν δὲ κύριος πρὸς Μωυσῆν Ἔκτεινον τὴν χεῖρά σου εἰς τὸν οὐρανόν, καὶ ἔσται χάλαζα ἐπὶ πᾶσαν γῆν Αἰγύπτου, ἐπί τε τοὺς ἀνθρώπους καὶ τὰ κτήνη καὶ ἐπὶ πᾶσαν βοτάνην τὴν ἐπὶ τῆς γῆς.
ἐξέτεινεν δὲ Μωυσῆς τὴν χεῖρα εἰς τὸν οὐρανόν, καὶ κύριος ἔδωκεν φωνὰς καὶ χάλαζαν, καὶ διέτρεχεν τὸ πῦρ ἐπὶ τῆς γῆς· καὶ ἔβρεξεν κύριος χάλαζαν ἐπὶ πᾶσαν γῆν Αἰγύπτου.
ἦν δὲ ἡ χάλαζα καὶ τὸ πῦρ φλογίζον ἐν τῇ χαλἀζῃ· ἡ δὲ χάλαζα πολλὴ σφόδρα, ἥτις τοιαύτη οὐ γέγονεν ἐν Αἰγύπτῳ ἀφ’ ἧς ἡμέρας γεγένηται ἐπ’ αὐτῆς ἔθνος.
ἐπάταξεν δὲ ἡ χάλαζα ἐν πάση γῇ Αἰγύπτου ἀπὸ ἀνθρώπου ἕως κτήνους, καὶ πᾶσαν βοτάνην τὴν ἐν τῷ πεδίῳ ἐπάταξεν ἡ χάλαζα, καὶ πάντα τὰ ξύλα τὰ ἐν τοῖς πεδίοις συνέτριψεν ἡ χάλαζα·
πλὴν ἐν γῇ Γέσεμ, οὗ ἦσαν οἱ υἱοὶ Ἰσραήλ, οὐκ ἐγένετο ἡ χάλαζα.
ἀποστείλας δὲ Φαραὼ ἐκάλεσεν Μωυσῆν καὶ Ἀαρὼν καὶ εἶπεν αὐτοῖς Ἠμάρτηκα τὸ νῦν· ὁ κύριος δίκαιος, ἐγὼ δὲ καὶ ὁ λαός μου ἀσεβεῖς.
εὔξασθε οὖν περὶ ἐμοῦ πρὸς [*](14 ἴνα Α | om ἄλλος Α 15 τὴν χεῖρα] + μου Α | θανατωσω λᾶι] σὼ κα sup ras A a 16 ἰσχὺν] δύναμιν Α | μου 2°] οὐ B* μου Bavid) Β b 18 ὕω] υωݲ| Α 19 καὶ ὅσα] om καὶ Α | ἐστιν 1°] 2°] ἀν’ εὑρέθη sup ras A a | ἐπ’ ἀυτὰ η χαλαζα] η χαλ. ἐπ’ ἀυτὰ (η pl litt A a?) 21 τοῖς πεδίοις] τὼ παιδίω A 24 σφόδρα] + σφόδρα Α | γεγ. τοιαύτη Α | ἀφ’ ἦς ηνερας] ἀφ’ οὐ Α 25 Αιγυπτω Α + πάντα ἢν ἐν τὼ παιδίω B b | mg | om η χάλαζα 3° A* (hab A1) 28 om περι εμον A)
εἶπεν δὲ αὐτῷ Μωυσῆς ῾Ως ἂν ἐξέλθω τὴν πόλιν, ἐκπετάσω τὰς χεῖράς μου, καὶ αἱ φωναὶ παύσονται, καὶ ἡ χάλαζα καὶ ὁ ὑετὸς οὐκ ἔσται ἔτι· ἵνα γνῷς ὅτι τοῦ κυρίου ἡ γῆ.
καὶ σὺ καὶ οἱ θεράποντές σου ἐπίσταμαι ὅτι οὐδέπω πεφόβησθε τὸν θεόν.
τὸ δὲ λίνον καὶ ἡ κριθὴ ἐπλήγη· ἡ γὰρ κριθὴ παρεστηκυῖα, τὸ δὲ λίνον σπερματίζον·