Exodus

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἐβάρυνεν Φαραὼ τὴν καρδίαν αὐτοῦ καὶ ἐπὶ τοῦ καιροῦ τούτου, καὶ οὐκ ἠθέλησεν ἐξαποστεῖλαι τὸν λαόν.

Εἶπεν δὲ κύριος πρὸς Μωυσῆν Εἴσελθε πρὸς Φαῤαὼ καὶ ἐρεῖς αὐτῷ τάδε λέγει Κύριος ὁ θεὸς τῶν Ἐβραίων ἐξαπόστειλον τὸν λαόν μου ἵνα μοι λατρεύσωσιν·

εἰ μὲν οὖν μὴ βούλει ἐξαποστεῖλαι τὸν λαόν μου ἀλλ’ ἔτι ἐνκρατεῖς αὐτοῦ,

ἰδοὺ χεὶρ κυρίου ἐπέσται ἐν τοῖς κτήνεσίν σου τοῖς ἐν τοῖς πεδίοις, ἔν τε τοῖς ἵπποις καὶ ἐν τοῖς ὑποζυγίοις καὶ ταῖς καμήλοις κα βουσὶν καὶ προβάτοις θάνατος μέγας σφόδρα.

καὶ παραδοξάσω ἐγὼ ἐν τῷ καιρῷ ἐκείνῳ ἀνὰ μέσον τῶν κτηνῶν τῶν Αἰγυπτίων καὶ ἀνὰ μέσον τῶν κτηνῶν τῶν υἱῶν οὐ τελευτήσει ἀπὸ πάντων τῶν τοῦ Ἰσραὴλ υἱῶν ῥητόν.

καὶ ἔδωκεν ὁ θεὸς ὅρον λέγων Ἐν τῇ αὔριον ποιήσει κύριος τὸ ῥῆμα τοῦτο ἐπὶ τῆς γῆς.

καὶ ἐποίησεν κύριος τὸ ῥῆμα τοῦτο τῇ ἐπαύριον, καὶ ἐτελεύτησεν πάντα τὰ κτήνη τῶν Αἰγυπτίων· ἀπὸ δὲ τῶν κτηνῶν τῶν υἱῶν Ισραὴλ οὐκ ἐτελεύτησεν οὐδέν.

ἰδὼν δὲ Φαραὼ ὅτι οὐκ ἐτελεύτησεν ἀπὸ πάντων τῶν κτηνῶν τῶν υἱῶν Ἰσραὴλ οὐδέν, ἐβαρύνθη ἡ καρδία Φαραώ, καὶ οὐκ ἐξαπέστειλεν τὸν λαόν.

Εἶπεν δὲ κύριος πρὸς Μωυσῆν καὶ Ἀαρὼν λέγων Λάβετε ὑμεῖς πλήρεις τὰς χεῖρας αἰθάλης καμιναίας, καὶ πασάτω Μωυσῆς εἰς τὸν οὐρανὸν ἐναντίον Φαραὼ καὶ ἐναντίον τῶν θεραπόντων αὐτοῦ,

καὶ γενηθήτω κονιορτὸς ἐπὶ πᾶσαν τὴν γῆν Αἰγύπτου. καὶ ἔσται ἐπὶ τοὺς ἀνθρώπους καὶ ἐπὶ τὰ τετράποδα ἕλκη, φλυκτίδες ἀναζέουσαι, δι’ τε τοῖς ἀνθρώποις καὶ ἐν τοῖς τετράποσιν καὶ πάσῃ γῆ Αἰγύπτου.

καὶ ἔλαβεν τὴν αἰθάλην τῆς καμιναίας ἐναντίον Φαραὼ καὶ ἔπασεν αὐτὴν Μωυσῆς εἰς τὸν οὐρανόν, καὶ ἐγένετο ἕλκη, φλυκτίδες ἀναζέουσαι, ἐν τοῖς ἀνθρώποις καὶ ἐν τοῖς τετράποσιν.

καὶ οὐκ ἠδύπτιντο οἱ φαρμακοὶ στῆναι ἐναντίον Μωυσῆ διὰ τὰ ἕλκη· ἐγένετο γὰρ τὰ ἐν τοῖς φαρμακοῖς καὶ ἐν πάσῃ Τῆ Αἰγύπτου.

ἐσκλήρυνεν δὲ κύριος τὴν καρδίαν Φαραώ, καὶ οὐκ εἰσήκουσεν αὐτῶν, καθὰ συνέταξεν Κύριος.

[*](Α)[*](IX 1 λατρεύσωσιν μοι Α 2 βουλὴ Α | ἀλλ’] καὶ Α 3 ἴδου] pr ras I lit Α Ι επεσται] ἔσται Α | om ἐν τε τοῖς ιππ. A*vid (hab Aa) | ταῖς] ἐν τοι Α 4 ἐν τὼ τω ἐκείνω A a mg | τῶν ὑιῶν] του Α | οὐ τελευτήσει] pr καὶ Α | του Ισρ. ὑιῶν] τῶν κτηνῶν τῶν ὑιῶν Ισρ. Α 5—7 ὄρον λέγων ... ’τον λαὸν sup ras A a 5 ἐν τῆ αυριον] om ἐν τῆ A a? | γῆς] + 6 τῶν ὕων] του A a? 7 om πάντων A a? 8 ὑμεῖς] ὕμιν Α | καμιναίας B b κάμεν. B*) A *] καμινιαιας A1 9 τὴν γην] om τὴν Α | πάση] pr ἐν 10—12 νιαιας εναντιον...τω Μωυση sup ras A a? 10 ἔλαβον Α | B b καμειν. B*)] καμιναίας A a? | ἐγένετο] ἐγένοντο A a? ἐν 1°] A a? 12 Κυριος 2°] + τω Μωυση Aa?)
121

Εἶπεν δὲ κύριος πρὸς Μωυσῆν ὄρθρισον τὸ πρωὶ καὶ στῆθι [*](B) ἐναντίον Φαραώ, καὶ ἐρεῖς πρὸς αὐτόν τάδε λέγει Κύριος ὁ θεὸς τῶν Ἐβραίων Ἐξαπόστειλον τὸν λαόν μου ἵνα λατρεύσωσίν μοι.

ἐν τῷ γὰρ νῦν καιρῷ ἐγὼ ἐξαποστέλλω πάντα τὰ συναντήματά μου εἰς τὴν καρδίαν σου καὶ τῶν θεραπόντων σου καὶ τοῦ λαοῦ σου, ἵν' εἰδῇς ὅτι οὐκ ἔστιν ὡς ἐγὼ ἅλλος ἐν πάσῃ τῇ γῇ.

νῦν γὰρ ἀποστείλας τὴν χεῖρα πατάξω σε, καὶ τὸν λαόν σου θανατώσω, καὶ ἐκτριβήσῃ ἀπὸ τῆς γῆς·