Exodus
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.
ὁ δὲ πυρὸς καὶ ἡ ὄλυρα οὐκ ἐπλήγησαν, ὄψιμα γὰρ ἦν.
ἐξῆλθεν δὲ Μωυσῆς ἀπὸ Φαραὼ ἐκτὸς τῆς πόλεως καὶ ἐξέτεινεν τὰς χεῖρας πρὸς Κύριον· καὶ αἱ φωναὶ ἐπαύσαντο, καὶ ἡ χάλαζα καὶ ὁ ὑετὸς οὐκ ἔσταξεν οὐκέτι ἐπὶ τὴν γῆν.
ἰδὼν δὲ Φαραὼ ὅτι πέπαυται ὁ ὑετὸς καὶ ἡ χάλαζα καὶ αἱ φωναί, προσέθετο τοῦ ἁμαρτάνειν, καὶ ἐβάρυνεν αὐτοῦ τὴν καρδίαν καὶ τῶν θεραπόντων αὐτοῦ.
καὶ ἐσκληρύνθη ἡ καρδία Φαραώ, καὶ οὐκ ἐξαπέστειλεν τοὺς υἱοὺς Ἰσραήλ, καθάπερ ἐλάλησεν κύριος τῷ Μωυσῇ.
Εἶπεν δὲ κύριος πρὸς Μωυσῆν λέγων Εἴσελθε πρὸς Φαραώ· ἐγὼ γὰρ ἐσκλήρυνα αὐτοῦ τὴν καρδίαν καὶ τῶν θεραπόντων αὐτοῦ, ἵνα ἑξῆς ἐπέλθῃ τὰ σημεῖα ταῦτα ἐπ’ αὐτούς·
ὅπως διηγήσησθε εἰς τὰ δό,τα τῶν τέκνων ὑμῶν καὶ τοῖς τέκνοις τῶν τέκνων ὑμῶν ὅσαἑ μπἑπαιχα τοῖς Αἰγυπτίοις, καὶ τὰ σημεῖά μου ἃ ἐποίησα ἐν αὐτοῖς, καὶ γνώσεσθε ὅτι ἐγὼ κύριος.
εἰσῆλθεν δὲ Μωυσῆς καὶ Ἀαρὼν ἐναντίον Φαραὼ καὶ εἶπαν αὐτῷ τάδε λέγει Κύριος ὁ θεὸς τῶν Ἐβραίων Ἕως τίνος οὐ βούλει ἐντραπῆναί με; ἐξαπόστειλον τὸν λαόν μου ἵνα λατρεύσωσίν μοι.
ἐὰν δὲ μὴ θέλῃς σὺ ἐξαποστεῖλαι τὸν λαόν μου, ἰδοὺ ἐγὼ ἐπάγω ταύτην τὴν ὥραν αὔριον ἀκρίδα πολλὴν ἐπὶ πάντα τὰ ὅριά σου·
καὶ καλύψει τὴν ὄψιν τῆς γῆς, καὶ οὐ δυνήσῃ κατιδεῖν τὴν γῆν· καὶ κατέδεται πᾶν τὸ περισσὸν τῆς γῆς τὸ καταλειφθέν, ὃ κατέλιπεν ὑμῖν ἡ χάλαζα, καὶ κατέδεται πᾶν ξύλον τὸ φυόμενον ὑμῖν ἐπὶ τῆς γῆς·
καὶ πλησθήσονταί σου αἱ οἰκίαι καὶ αἱ οἰκίαι τῶν θεραπόντων σου καὶ πᾶσαι αἱ οἰκίαι ἐν πάσῃ γῇ τῶν Αἰγυπτίων, ἃ οὐδέποτε ἑωράκασιν οἱ σου οὐδὲ οἱ πρόπαπποι αὐτῶν, ἀφ’ ἧς ἡμέρας γεγόνασιν ἐπὶ [*](Α) [*](28 om καὶ πυρ’ Α* (hab A a) | προσθήσεσθε Α 29 τὰς χ. μ ’τον θν εἰς ’τον ουݲνݲον Α 30 θέον] κݲνݲ Α 31 τὸ ’δε λίνον 2°] 32 ἐπλήγησαν] ἐπλήγη Α 33 ἐξέτεινεν] ἐξεπέτασεν Α | τὰς χ.] + αὐτοῦ ΑΙ ἔσταξαν Α | οὐκέτι] ἔτι Α 34 τὴν καρδίαν] + αὐτοῦ Α 35 τὼ Μωυση] om τὼ Α Χ 1 εσκληρυνα] ἐβάρυνα Α | τὴν καρδίαν αὐτοῦ Α | τὰ + μου Α 2 ἐμπέπαιχα Β ab (εμπεπεχα B*)] ενπεπεχα Α | α] ὅσα Α ἐγὼ] + ειμι Α 4 om σὺ Α 5 om τῆς γῆς 2° Α | κατέλειπεν Α | pr τὸ Α 6 τῶν Αιγυπτιων] Αἰγύπτου Α | α] ο Α | οὐδὲ] οὐδ’ Α)
καὶ λέγουσιν οἱ θεράποντες Φαραὼ πρὸς αὐτόν Ἕως τίνος ἔσται τοῦτο ἡμῖν σκῶλον; ἐξαπόστειλον τοὺς ἀνθρώπους ὅπως λατρεύσωσιν σωσιν τῷ θεῷ αὐτῶν· ἢ εἰδέναι βούλει ὅτι ἀπόλωλεν Αἴγυπτος;
καὶ ἀπέστρεψαν τόν τε Μωυσῆν καὶ Ἀαρὼν πρὸς Φαραώ, καὶ εἶπεν αὐτοῖς πορεύεσθε καὶ λατρεύσατε τῷ θεῷ ὑμῶν· τίνες δὲ καὶ τίνες εἰσὶν οἱ πορευόμενοι;
καὶ λέγει Μωυσῆς Σὺν τοῖς νἔανἴσ’κοις καὶ πρεσβυτέροις πορευσόμεθα, σὺν τοῖς υἱοῖς καὶ θυγατράσιν καὶ προβάτοις καὶ βουσὶν ἡμῶν· ἔστιν γὰρ ἑορτὴ κυρίου.
καὶ εἶπεν πρὸς αὐτούς Ἔστω οὕτως, Κύριος μεθ’ ὑμῶν· καθότι ἀποστέλλω ὑμᾶς, μὴ καὶ τὴν ἀποσκευὴν ὑμῶν; ἴδετε, ὅτι πονηρία πρόσκειται ὑμῖν.
μὴ οὕτως· πορευέσθωσαν δὲ οἱ ἄνδρες καὶ λατρευσάτωσαν τῷ θεῷ· τοῦτο γὰρ αὐτοὶ ἐζητεῖτε. ἐξέβαλον δὲ αὐτοὺς ἀπὸ προσώπου Φαραώ.
Εἶπεν δὲ Κύριος πρὸς Μωυσῆν Ἔκτεινον τὴν χεῖρα ἐπὶ γῆν Αἰγύπτου, καὶ ἀναβήτω ἀκρὶς ἐπὶ τὴν γῆν, καὶ κατέδεται πᾶσαν βοτάνην τῆς γῆς καὶ πάντα τὸν καρπὸν τῶν ξύλων ὃν ὑπελίπετο ἡ χάλαζα.