Exodus

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

εἶπεν δὲ κύριος πρὸς Μωυσῆν Εἰπὸν Ἀαρών Ἔκτεινον τῇ χειρὶ τὴν ῥάβδον σου καὶ πάταξον τὸ χῶμα τῆς γῆς, καὶ ἔσονται σκνῖφες ἔν τε τοῖς ἀνθρώποις καὶ ἐν τοῖς τετράποσιν καὶ ἐν ἡ Αἰγύπτου.

ἐξέτεινεν οὖν Ἀαρὼν τῇ χειρὶ τὴν ῥάβδον καὶ ἐπάταξεν τὸ χῶμα τῆς γῆς, καὶ ἐγένοντο οἱ σκνῖΦες ἐν τοῖς ἀνθρώποις καὶ ἐν τοῖς τετράποσιν· καὶ ἐν παντὶ χώματι τῆς γῆς ἐγένοντο οἱ σκνῖΦες.

ἐποίησαν δὲ ὡσαύτως καὶ οἱ ἐπαοιδοὶ ταῖς Φαρμακίαις αὐτῶν ἐξαγαγεῖν τὸν σκνῖΦα, καὶ οὐκ ἠδύναντο· καὶ ἐγένοντο οἱ σκνῖΦες ἐν τοῖς ἀνθρώποις καὶ ἐν τοῖς τετράποσιν. F

εἶπαν οὖν οἱ ἐπαοιδοὶ τῷ ¶ Φαραώ Δάκτυλος θεοῦ ἐστὶν τοῦτο· καὶ ἐσκληρύνθη ἡ καρδία Φαραώ, καὶ οὐκ εἰσήκουσεν αὐτῶν, ἐλάλησεν κύριος.

Εἶπεν δὲ κύριος πρὸς Μωυσῆν ὄρθρισον τὸ πρωὶ καὶ στῆθι [*](AF) [*](8 αὐτοὺς] ’τον λαὸν AF Ι θύσουσιν F | τὼ κυρίω] om τὼ AF | om πέρι ° AF 10 εἶπεν 2°] εἶπαν F | ἴδης] ειδης AF | κύριος AF 11 ἐκ Ι°] ἄπο F | ὑμῶν] σου F Ι om καὶ ἐκ τῶν F I om καὶ ἄπο του λαοῦ σου F 12 ἀνεβόησεν F | Φαραω 2°] pr τὼ Ι° BF*] θειμωνιας AF 1 | θιμωνιας 2°] θειμωνιας τακνιΦες F* ἔσται σκν. F 1 vid) Ι Αἰγύπτω F 17 σκνικες F | ἐν τε τοῖς ἀνθρώποις AF | οἱ σκνιΦες 2° κνιΦες F*)] γῆ Αιγυπτου Β a b mg AF 18 ἐδύναντο AF | ἐν τε τοῖς ἀνθρώποις F ,] + καὶ ἐν παντὶ χώματι τῆς γῆς ἐγένοντο οἱ σκνιπες Bc mg 19 οἱ τὼ... F)

119
ἐναντίον Φαραώ· καὶ ἰδοὺ αὐτὸς ἐξελεύσεται ἐπὶ τὸ ὕδωρ, καὶ [*](B) ἐρεῖς πρὸς αὐτόν τάδε λέγει κύριος Ἐξαπόστειλον τὸν λαόν μου ἵνα μοι λ'ατρεύσωσιν σὼς ἱν ἐν τῇ ἐρήμῳ·

ἐὰν δὲ μὴ βούλῃ ἐξαποστἑλͅαι τὸν λαόν μου, ἰδοὺ ἐγὼ ἑπαποστἑλλω ἐπὶ σὲ καὶ ἐπὶ τοὺς θεράποντάς σου καὶ ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τοὺς οἴκους ὑμῶν κυνόμυιαν, καὶ πλησθήσονται αἱ οἰκίαι τῶν Αἰγυπτίων τῆς κυνομυίης, 2 καὶ εἰς τὴν γῆν ἐφ’ ἧς εἰσὶν ἐπ’ αὐτῆς.

καὶ παραδοξάσω ἐν τῆ ἡμέρᾳ ἐκείνῃ τὴν γῆν Γέσεμ, ἐφ’ ἧς ὁ λαός μου ἔπεστιν ἐπ’ αὐτῆς, ἐφ’ ἧς οὐκ ἔσται ἐκεῖ ἡ κυνόμυια· ἵνα εἰδῇς ὅτι ἐγώ εἰμι κύριος ὁ κύριος πάσης τῆς γῆς.

καὶ δώσω διαστολὴν ἀνὰ μέσον τοῦ ἐμοῦ λαοῦ καὶ ἀνὰ μέσον τοῦ σοῦ λαοῦ· ἐν δὲ τῇ αὔριον ἔσται τοῦτο ἐπὶ τῆς γῆς.

ἐποίησεν δὲ κύριος οὕτως, καὶ παρεγένετο ἡ κυνόμυια πλῆθος εἰς τοὺς οἴκους Φαραὼ καὶ εἰς τοὺς οἴκους τῶν θεραπόντων αὐτοῦ καὶ εἰς πᾶσαν τὴν γῆν Αἰγύπτου· καὶ ἐξωλεθρεύθη ἡ γῆ ἀπὸ τῆς κυνομυίης.

ἐκάλεσεν δὲ Φαραὼ Μωυσῆν καὶ Ἀαρὼν λέγων Ἐλθόντες θύσατε τῷ θεῷ ὑμῶν ἐν τῇ γῇ.

καὶ εἶπεν Μωυσῆς Οὐ δυνατὸν γενέσθαι οὕτως τὸ ῥῆμα τοῦτο, τὰ γὰρ βδελύγματα τῶν Αἰγυπτίων θύσομεν κυρίῳ τῷ θεῷ ἡμῶν· ἐὰν γὰρ θύσωμεν τὰ βδελύγματα τῶν Αἰγυπτίων ἐναντίον αὐτῶν, λιθοβοληθησόμεθα.

ὁδὸν τριῶν ἡμερῶν πορευσόμεθα εἰς τὴν ἔρημον, καὶ θύσομεν τῷ θεῷ ἡμῶν καθάπερ εἶπεν κύριος ἡμῖν.

καὶ εἶπεν Φαραώ Ἐγὼ ἀποστέλλω ὑμᾶς, καὶ θύσατε τῷ θεῷ ὑμῶν ἐν τῇ ἐρήμῳ, ἀλλ’ οὐ μακρὰν ἀποτενεῖτε πορευθῆναι· εὔξασθε οὖν περὶ ἐμοῦ πρὸς κύριον.

εἶπεν δὲ Μωυσῆς ὅδε ἐγὼ ἐξελεύσομαι ἀπὸ σοῦ καὶ εὔξομαι πρὸς τὸν θεόν, καὶ ἀπελεύσεται ἀπὸ σοῦ ἡ κυνόμυια καὶ ἀπὸ τῶν θεραπόντων σου καὶ τοῦ λαοῦ σου αὔριον· μὴ προσθῇς ἔτι, Φαραώ, ἐξαπατῆσαι τοῦ μὴ ἐξαποστείλαι τὸν λαὸν θῦσαι κυρίῳ.

ἐξῆλθεν δὲ Μωυσῆς ἀπὸ Φαραὼ καὶ ηὔξατο πρὸς τὸν θεόν·

ἐποίησεν δὲ κύριος καθάπερ εἶπεν Μωυσῆς, καὶ περιεῖλεν τὴν κυνόμυιαν ἀπὸ Φαραὼ καὶ τῶν θεραπόντων αὐτοῦ καὶ τοῦ λαοῦ αὐτοῦ, καὶ οὐ κατεκαι [*](20 καὶ ιδου] om καὶ Α | αὐτὸς εξελευσεται] αὐτὸς ἐκπορεύεται sup ras Α1 Ι λατρεύσῃ Α 21 ἐξαποστέλλω Α | κυνομυίας Α (item μ’ 22 ἐφ’ ἦς 2°] ἐφ’ η Α | om εἰμι Α | κυριος 2°] θςݲ Α 23 τοῦτο] pr τὸ σημεῖον Α 24 B*A] pr ο Β a ? b ? | τὴν γῆν] om τὴν Α 25 ἤμων Α 26 τὸ ῥῆμα τουτο] μὰ τοῦτο B* (om B ab A) | θύσομεν] θύσωμεν Α 27 πορευσώμεθα Α | Α | τὼ θέω] pr κݲωݲ Α | om Κυριος Α 28 ἐξαποστέλλω Α | θύσεται Α | θέω] pr κݲωݲ Α 29 η κύν’. ἄπο σου Α | καὶ του λαοῦ σου] καὶ ἄπο του σου A a ? mg | ἀπατῆσαι Α 31 τῶν θεραπ.] pr ἄπο Α | του λαοῦ] pr ἄπο Α)

120
[*](B) λείφθη οὐδεμία.