Exodus
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.
Καὶ πᾶς σοφὸς ἐν τοῖς ἐργαζομένοις τὰς στολὰς τῶν [*]((XXXI) αἵ εἰσιν Ἀαρὼν τῷ ἱερεῖ, καθὰ συνέταξεν κύριος τῷ
Καὶ ἐποίησεν τὴν ἐπωμίδα ἐκ χρυσίου καὶ ὑακίν- θοῦ καὶ πορφύρας καὶ κοκκίνου νενησμένου καὶ βύσσου κεκλω- σμένης.
καὶ ἐτμήθη τὰ πέταλα τοῦ χρυσίου τρίχες, ὥστε συνυφᾶναι σὺν τῇ ὑακίνθῳ καὶ τῇ πορφύρᾳ καὶ τῷ κοκκίνῳ τῷ διανενησμένῳ καὶ σὺν τῇ βύσσῳ τῇ κεκλωσμένῃ· ἔργον ὑφαντὸν ἐποίησαν αὐτό·
ἐπωμίδας συνεχούσας ἐξ ἀμφοτέρων τῶν μερῶν, ἔργον ὑφαντόν, εἰς ἄλληλα συνπεπλεγμένα καθ’ ἑαυτό.
ἐξ αὐτοῦ ἐποίησαν, ἐκ χρυσίου καὶ ὑακίνθου καὶ πορφύρας καὶ [*](AF 35 καὶ συνέσεως διανοιας] om κα συνέσεως Α διανοίας καὶ συνέσεως F συνιέναι ποίησαι πάντα AF | καὶ τὰ ὑφ’. καὶ ποικιλτὰ] τὰ ὑφαντὰ καὶ τὰ ποικιλτὰ (ποικειλτα F) AF XXXVI 1 κάτα τὰ αγια] pr τὰ F* om τὰ κάτα Fa Ι καθήκοντα] pr τὰ Α om καθ’. Fa 2 Μωυσῆς AF Ι Βεσελεηλ] pr ’τον AF Ι τῆ καρδία] om τῆ F 3 καὶ 1°] (??) F 1 mg | ελαβον] F | Μωνση AF προσεδεχοντο] πρόσ’... F | τὸ πρωι] + πρώι Α 4 παρεγι- νοντο (παρεγεινοντο B*)] παραγενόμενοι Α Ι ἠργάζοντο εἶργ’. B ab) αυτοι] αὖ. τοι ἠργάζοντο Α 5 εἶπαν A | ὅτι πλῆθος] pr λέγοντες Α Ι κάτα] πάρα Α 6 Mωυσης Α 7 ἱκανὰ ἢν αὐτοῖς Α Ι προσκατελειπον Α 8 ἐποίησαν Α ] σοφος] + τῆ διάνοια Α 9 ἐποίησαν Α 10 τὼ κοκκίνῳ] pr σὺν Α | om τὼ διανενησμένῳ B* (hab A) 11 τῶν μερῶν] + αὐτοῦ Α | ἀλλήλας B ab | συνπεπλεγμένον A 12 ἐποίησαν] + κάτα τὴν αὐτοῦ ποίησιν B ab mg)
καὶ ἐποίησαν ἀμφοτέρους τοὺς λίθους τῆς σμαράγδου συνπεπορπημένους καὶ περισεσιαλωμένους καὶ ἐκκεκολαμμένους ἐκκόλαμμα σφραγῖδος ἐκ τῶν ὀνομάτων τῶν υἰῶν Ἰσραήλ·
καὶ ἐπέθηκεν αὐτοὺς ἐπὶ τοὺς ὤμους τῆς ἐπω- μίδος, λίθους μνημοσύνου τῶν υἱῶν Ἰσραήλ, καθὰ συνέταξεν κύριος τῷ Μωυσῇ.
Καὶ ἐποίησαν λόγιον ἔργον ὑφαντὸν ποικιλίᾳ κατὰ τὸ ἔργον τῆς ἐπωμίδος, ἐκ χρυσίου καὶ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου διανενησμένου καὶ βύσσου κεκλω- σμένης·
τετράγωνον διπλοῦν ἐποίησαν τὸ λήιον, σπιθαμῆς τὸ μῆκος καὶ σπιθαμῆς τὸ εὖρος διπλοῦν.
καὶ συνυφάνθη ἐν αὐτῷ ὕφασμα κατάλιθον τετρόστιχον, στίχος λίθων· σάρδιον καὶ τοπάζιον καὶ σμάραγδος ὁ στίχος ὁ εἷς·
καὶ ὁ στίχος ὁ δεύτερος ἄνθραξ καὶ σάπφειρος καὶ ἴασπις·
καὶ ὁ στίχος ὁ τρίτος λιγύριον καὶ ἀχάτης καὶ ἀμέθυστος·
καὶ ὁ στίχος ὁ τέταρτος χρυσόλιθον καὶ βηρύλλιον καὶ ὀνύχιον, περικεκυκλωμένα χρυσίῳ καὶ συνδεδεμένα χρυσίῳ.
καὶ οἱ λίθοι ἦσαν ἐκ τῶν ὀνομάτων τῶν υἱῶν Ἰσραὴλ δώδεκα, ἐκ τῶν ὀνομάτων αὐτ’ εἰς σφραγῖδας, ἕκαστος ἐκ τοῦ ἑαυτοῦ ὀνόματος εἰς τὰς φυλάς.
Καὶ ἐποίησαν ἐπὶ τὸ λήιον κροσοὺς γμένους, ἔργον ἐμπλοκίου, ἐκ χρυσίου καθαροῦ·
κ δύο ἀσπιδίσκας χρυσᾶς καὶ δύο δακτυλίους χρυσοῦς.