Exodus
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.
καὶ οἱ ἤνεγκαν τοὺς λίθους τῆς σμαράγδου καὶ τοὺς λίθους τῆς εἰς τὴν ἐπωμίδα καὶ τὸ λήιον,
καὶ τὰς συνθέσεις καὶ τὸ ἔλαιον τῆς χρίσεως καὶ τὴν σύνθεσιν τοῦ θυμιάματος.
καὶ πᾶς ἀνὴρ καὶ γυνὴ ᾦν ἔφερεν ἡ διάνοια αὐτῶν εἰσελθόντα ποιεὶν πάντα τὰ ἔργα ὄσα συνέταξεν κύριος ποιῆσαι αὐτὰ διὰ Μωυσῆ, ἤνεγκαν οἱ υἱοὶ Ἰσραὴλ ἀφαίρεμα κυρίῳ.
Καὶ εἶπεν Μωυσῆς τοῖς υἱοῖς Ἰσραήλ ἰδοὺ ἀνακέκληκεν ὁ θεὸς ἐξ ὀνόματος τὸν Βεσελεὴλ τὸν τοῦ οὐρείου τὸν Ὤρ ἐκ φυλῆς Ἰούδα,
καὶ ἐνέπλησεν αὐτὸν πνεῦμα σοφίας καὶ συνέσεως καὶ ἐπιστήμης πάντων,
ἀρχιτεκτονεῖν κατὰ πάντα τὰ ἔργα τῆς ἀρχιτεκτονίας, ποιεῖν τὸ χρυσίον καὶ τὸ ἀργύριον καὶ τὸν χαλκόν,
καὶ λιθουρ- γῆσαι τὸν λίθον, καὶ κατεργάζεσθαι τὰ ξύλα, καὶ ποιεῖν ἐν παντὶ ἔργῳ σοφίας·
καὶ προβιβάσαι γε ἔδωκεν αὐτῷ ἐν τῇ διανοίᾳ αὐτῷ τε καὶ ’Eλιὰβ τῷ τοῦ ’Αχισαμὰκ ἐκ φυλῆς Δάν·
ἐνέπλησεν αὐτοὺς σοφίας [*](21 ὅσοις] ὄις AF Ι om ἀφαίρεμα· καὶ AF | κάτεργα] ἔργα F 22 γυν.] Α Α | ἀφαιρέματα] ἀφαίρεμα AF 23 παρ’ 23 παρ ω ευρεθη] παρ’ ἀυτῶ AF Ι βύσσος] pr υακινθος καὶ πόρφυρα καὶ κοκκινον καὶ Α Ι om βύσσος καὶ δέρματα ὑακίνθινα καὶ F | ηρυθροδαν.] + καὶ δέρματα ἅγια Α Ι ηνεγκαν] καὶ δέρματα ἤνεγκαν ὑακίνθινα F 24 om καὶ om AF Ι τὸ αφαιρ.] om το AF Ι ἀργύριον και χαλκον ηνεγκαν AF Ι om κα 4° AF 25 νενη- σμενα] νενησμένην F* (νενησμενα F mg) 27 λίθους 2°] + τοὺς F Ι τὸ λόγιον] pr εἰς AF 28 κα τὰς συνθεσεις] τῆς συνθέσεως Α 29 καὶ 2°] η Α εισελθοντα] εἰσῆλθον του B a?b εἰσελθόντας AF 1 εἰσελθόντες F*) | πα ἔργα] om πα F 30 om ἐξ ονοματος F | οὐρείου οὐρίου B a) ’τον Ωρ] οὐρὶ υἱοῦ Dp Α οὐρὶ υἱὸν ἀρ’ F I Φυλης] pr τῆς AF 31 πνεῦμα] + θέιον B ab (superscr) AF 34 om γε Α Ι om ἀυτῶ 1° AF | Ελιαβ] pr τὼ Α Ι AF Ι Φυλης] pr τῆς F 35 ενεπλησεν] pr καὶ AF)
XXXVIκαὶ Ἐλιὰβ καὶ πᾶς σοφὸς τῇ διανοίᾳ, ᾧ ἐδόθη σοφία καὶ ἐπιστήμη ἐν αὐτοῖς συνιέναι ποιεῖν πάντα τὰ ἔργα κατὰ τὰ ἅγια καθήκοντα, κατὰ πάντα ὅσα συνέταξεν κύριος.
Kai ἐκάλεσεν Μωσῆς Βεσελὴλ καὶ ’Eλιὰβ καὶ πάντας τοὺς ἔχοντας τὴν σοφίαν, ᾧ ὁ θεὸς ἐπιστήμην ἐν τῇ καρδίᾳ, καὶ πάντας τοὺς ἑκουσίως β νοῦς προσπορεύεσθαι πρὸς τὰ ἔργα ὥστε συντελεῖν αὐτά·
καὶ ἔλα· βον παρὰ Μωσῆ πάντα τὰ ἀφαιρέματα ἃ ἤνεγκαν οἱ υἱοὶ Ἰσραὴλ [*](¶ F) εἰς πάντα τὰ ἔργα τοῦ ἁγίου ποιεῖν αὐτά· καὶ αὐτοὶ προσεδέχοντο ¶ ἔτι τὰ προσφερόμενα παρὰ τῶν φερόντων τὸ πρωί.
καὶ παρεγί- νοντο πάντες οἱ σοφοὶ οἱ ποιοῦντες τὰ ἔργα τοῦ ἁγίου, ἕκαστος κατὰ τὸ αὐτοῦ ἔργον ὃ ἠργάζοντο αὐτοί.
καὶ εἶπεν πρὸς Μωυσῆν ὄτι πλῆθος φέρει ὁ λαὸς κατὰ τὰ ἔργα ὅσα συνέταξεν κύριος ποι. ἧσαι.
καὶ προσέταξεν Μωσῆς, καὶ ἐκήρυξεν ἐν τῇ παρεμβολῇ λέγων Ἀνὴρ καὶ γυνὴ μηκέτι ἐργαζέσθωσαν εἰς τὰς ἀπαρχὰς τοῦ ἁγίου· καὶ ἐκωλύθη ὁ λαὸς ἔτι προσφέρειν.
καὶ τὰ ἔργα ἦν αὐτοῖς ἱκανὰ εἰς τὴν κατασκευὴν ποιῆσαι, καὶ προσκατέλιπον.