Exodus

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ θῆκαν τοὺς δύο δακτυλίους τοὺς χρυσοῦς ἐπ’ ἀμφοτέρας τὰς τοῦ λογίου·

καὶ ἐπέθηκαν τὰ ἐμπλόκια ἐκ χρυσίου ἐπὶ τοὺς δακτυλίους ἐπ’ ἀμφοτέρων τῶν μερῶν τοῦ λογίου, (18) καὶ εἰς τὰς τὰ δύο ἐμπλόκια,

καὶ ἐπέθηκαν ἐπὶ τὰς δύο ὶ ἐπέθηκαν ἐπὶ τοὺς ὤμους τῆς ἐπωμίδος ἐξ ἔναν. τίας κατὰ πρόσωπον.

καὶ καὶ ἐποίησαν δύο δακτυλίους χρυσοῦς, καὶ ἐπέθηκαν ἐπὶ τὰ δύο πτερύγια ἐπ’ ἄκρου τοῦ λογίου καὶ ἐπὶ τὸ ἄκρον τοῦ ὀπισθίου τῆς ἐπωμίδος ἔσωθεν.

καὶ ἐποίησαν δύο δακτυλίους χρυσοῦς, καὶ ἐπέθηκαν ἐπ’ ἀμφοτέρους τοὺς ὤμους [*](13 περισεσιαλ.] + χρυσίω ἐγλυμμένους B ab mg inf (seq ras) χρ. γεγλ. Α Ι κ Α ἐκκεκολαμμένος (sic) Α 1?a? mg 15 ἐποίησεν Α Ι λόγιον] pr τὸ Α I ποικιλίας Α 16 μηκος] + αὐτοῦ Α Ι εὖρος] + αὐτοῦ Α 17 κατάλιθον] λιθ’ sup ras B 20 χρυσόλιθος Α Ι χρυσίω 2°] pr ἐν Α 21 ἐκ τῶν ὀνομάτων 2°] κάτα τὰ ὀνόματα Α | ἐνγεγραμμένα (εγγεγρ. Β b)] ἐγγεγλυμμένα Α Ι εἰς σφραγῖδες Α 22 εποιησαν] α rescr Α a? Ι κρόσσους Α 24 ε rescr Aa? 25 δακτυλίους] pr δύο Α | ἐπ’ ἀμφ’.] ἐξ ἀμφ’. Α 26 † αντου Α 27 om καὶ 3° Α 28 δακτυ|λιους χρ in mg et sup ras Α a?)

180
[*](B) τῆς ἐπωμίδος.

καὶ συνέσφιγξεν τὸ λόγιον ἀπὸ τῶν δακτυλίων τῶν ἐπ’ αὐτοῦ εἰς τοὺς δακτυλίους τῆς ἐπωμίδος, συνεχομένους ἐκ τῆς ὑακίνθου, συνπεπλεγμένους εἰς τὸ ὕφασμα τῆς ἐπωμίδος, ἴνα μὴ χαλᾶται τὸ λήιον ἀπὸ τῆς ἐπωμίδος, καθὰ συνέταξεν κύριος τῷ Μωυσῇ.

Καὶ ἐποίησαν τὸν ὑποδύτην ὑπὸ τὴν ἐπωμίδα, ἔργον ὑφαντὸν ὅλον ὑακίνθινον·

τὸ δὲ περιστόμιον τοῦ ὑποδύτου ἐν τᾦ Μέσῳ διυφασμένον συνπλεκτόν, φὰν ὢν τὸ περιστόμιον ἀδιάλυτον.

καὶ ἐποίησαν ἐπὶ τοῦ λῶ τοῦ ὑποδύτου κάτωθεν ὡς ἐξανθούσης ῥόας ῥοίσκους, ἐξ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου νενησμένου καὶ βύσσου κεκλωσμένης.

καὶ ἐποίησαν κώδωνας χρυσοῦς, καὶ ἐπέθηκαν τοὺς κώδωνας ἐπὶ τὸ λῶμα τοῦ ὑποδύτου κύκλῳ ἀνὰ μέσον τῶν ῥοίσκων.

κώδων χρυσοῦς καὶ ῥοίσκος ἐπὶ τοῦ λώματος τοῦ ὑποδύτου κύκλῳ, εἰς τὸ λειτουργεῖν, καθὰ συνέταξεν κύριος τῷ Μωυσῇ.

Καὶ ἐποίησαν χιτῶνας βυσσίνους ἔργον ὑφαντὸν Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ,

καὶ τὰς κιδάρεις ἐκ βύσσου, καὶ τὴν μίτραν ἐκ βύσσου, καὶ τὰ περισκελῆ ἐκ βύσσου κεκλω- σμένης,

καὶ τὰς ζώνας αὐτῶν ἐκ βύσσου καὶ ὑακίνθου καὶ πόρ’. φύρας καὶ κοκκίνου νενησμένου, ἔργον ποικιλτοῦ, ὅν τρόπον συνέταξεν κύριος τῷ Μυσῇ.

καὶ ἐποίησαν τὸ πέταλον τὸ χρυσοῦν, ἀφόρισμα τοῦ ἁγίου, χρυσίου καθαροῦ·

καὶ ἔγραψεν ἐπ’ αὐτοῦ γράμματα ἐκτετυπωμένα σφραγῖδος Ἁγίασμα κυρίῳ·