Exodus
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.
καὶ ἐπέθηκαν ἐπὶ τὸ λῶμα ὑακίνθινον, ὥστε ἐπικεῖσθαι ἐπὶ τὴν ἄνωθεν, ὃν τρόπον συνέταξεν κύριος τῷ Μωυσῇ.
1Καὶ ἐποίησαν τῇ σκηνῇ δέκα αὐλαίας· (9)
ὀκτὼ κα εἴκοσι μῆκος τῆς αὐλαίας τῆς μιᾶς· τὸ αὐτό ἠσαν πάσαις· καἰ τεσσάρων πηχῶν τὸ εὖρος τῆς αὐλαίας τῆς μιᾶς.
καὶ ἐποίησεν τὸ καταπέτασμα ἐξ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου νενη- σμένου καὶ βύσσου κεκλωσμένης, ἔργον ὑφάντου χερουβείμ·
καὶ ἐπέθηκαν αὐτὸ ἐπὶ τέσσαρες στύλους ἀσήπτους κατακεχρυσωμένους ἐν χρυσίῳ· καὶ αἱ κεφαλίδες αὐτῶν Χρυσαῖ, καὶ αἱ βάσεις αὐτῶν [*](Α 28 ἐπωμίδος (επωμειδος B*) Β b] + κατωθεν αὐτοῦ κάτα πρόσωπον κάτα τὴν συμβολὴν ἄνωθεν τῆς συνυφῆς τῆς ἐπωμίδος Α 29 om ἴνα μη...επωμιδος Β* (hab B ab mg inf A ) 31 ὤιαν Α Ι ἀδιάλυτον] διάλυτον Α 34 κωδων χρυσοὺς καὶ ροισκος ἔπι τὸ λῶμα του ὕπο sup ras pl litt A a? 36 κί’ τὰ περισκελη κέλῃ ἐκ βύσσου B ab mg Ι τὰ περισκ.] om τὰ Α 39 γράμματα] pr τὰ Α | 40 επεθηκαν] a sup ras A a XXXVII 2 A vid | πάσαι Α | πήχεων A vid Ι εὖρος sup ras Ba 3 ὑφαντὸν Α Ι βειν Α 4 τέσσαρες 1°] τέσσαρας B b A Ι om ἐν Α)
καὶ ἐποίησαν τὸ καταπέτασμα τῆς θύρας [*](B) τῆς σκηνῆς τοῦ μαρτυρίου ἐξ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου νενησμένου καὶ βύσσου κεκλωσμένης, ἔργον ὑφαντὸν τοῦ χερου- καὶ τοὺς τοὺς στύλους αὐτῶν πέντε καὶ τοὺς κρίκους·
καὶ τὰς κεφαλίδας αὐτῶν κατεχρύσωσαν χρυσίῳ, καὶ αἱ βάσεις αἱ πέντε [*]((VIII)) Χαλκαῖ. (9)
Καὶ ἐποίησαν τὴν αὐλήν· τὰ πρὸς λίβα, ἱστία τῆς αὐλῆς ἐκ βύσσου κεκλωσμένης ἑκατὸν ἐφ’ ἑκατόν·
καὶ οἱ στῦλοι αὐτῶν εἴκοσι, καὶ αἱ βάσεις αὐτῶν εἴκοσι.
καὶ τὸ κλίτος τὸ πρὸς βορρᾶν ἑκατὸν ἐφ’ ἑκατόν, καὶ τὸ κλίτος τὸ πρὸς νότον ἑκατὸν ἐφ’ ἑκατόν· καὶ οἱ στῦλοι αὐτῶν εἴκοσι, καὶ αἱ βάσεις αὐτῶν
καὶ τὸ κλίτος τὸ πρὸς θάλασσαν αὐλαῖαι πεντήκοντα πήχεων· στῦλοι αὐτῶν δέκα, καὶ § αἱ βάσεις αὐτῶν δέκα.
τὸ καὶ τὸ κλίτος τὸ πρὸς ἀνατολὰς πεντήκοντα πήχεων, τὸ κατὰ νώτου
καὶ οἱ στῦλοι αὐτῶν τρεῖς, καὶ αἱ βάσεις αὐτῶν τρεῖς.
καὶ ἐπὶ τοῦ νώτου τοῦ δευτέρου ἔνθεν καὶ ἔνθεν κατὰ τὴν πύλην τῆς αὐλῆς αὐλαῖαι ἑκατὸν πεντήκοντα πήχεων· στῦλοι αὐτῶν τρεῖς, καὶ αἱ βάσεις αὐτῶν τρεῖς.
πὰσαι αὐλαῖαι τῆς σκηνῆς ἐκ βύσσου κεκλωσμένης·
καὶ αἱ βάσεις τῶν στύλων αὐτῶν χαλκαῖ, καὶ αἱ ἀγκύλαι αὐτῶν ἀργυραῖ, καὶ αἱ κεφαλίδες αὐτῶν περιηργυρωμέναι ἀργυρίῳ, καὶ οἱ στῦλοι περιηργυρωμένοι ἀργυρίῳ, πάντες οἱ στῦλοι τῆς αὐλῆς.