Exodus

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ τὸ καταπέτασμα τῆς πύλης τῆς αὐλῆς ἔργον ποικιλτοῦ ἐξ αἰ πορφύρας καὶ κοκκίνου νενησμένου καὶ βύσσου κεκλωσμένης, εἴκοσι πήχεων τὸ μῆκος, καὶ τὸ ὕψος καὶ τὸ εὖρος πέντε πήχεων, ἐξισούμενον τοῖς ἱστίοις τῆς αὐλῆς·

καὶ οἱ στῦλοι τέσσαρες, καὶ αἱ βάσεις αὐτῶν τέσσαρες Χαλκαῖ, καὶ αὐτῶν ἀργυραῖ, καὶ αἱ κεφαλίδες αὐτῶν περιηργυρωμέναι ἀργυρίῳ.

καὶ αὐτοὶ περιηργυρωμένοι ἀργυρίῳ, καὶ πάντες οἱ [*](5 om τῆς θύρας A* (ταπετασμα| τῆς θύρας in mg et sup ras Α a?) | AF ὑφάντου Α | του χ.] Χερουβεὶν Α 6 καὶ τοὺς στυλους] pr καὶ τοὺς χερουβειν Α | κρικους] + ἀυτῶν Α Ι τὰς κε κεφαλας ἀυτῶν κη τὰς ψαλίδας ἀυτῶν Α Ι αἰ αἰ πέντε χαλκαῖ] αἰ β. ἀυτῶν πέντε χαλκαῖ B a τὰς β. ἀυτῶν πεν 7 λίβα sup ras Aa 8 εἴκοσι 2°] + χαλκαῖ Α 9—12 πρὸς β ἀυτῶν τρεῖς sup ras Aa 9 om καὶ τὸ κλίτος τὸ πρὸς νότον ἐκ. ἐφ’ ἐκ. Α εἴκοσι 2°] + χαλκαῖ Α a 10 πρὸς] κάτα A a Ι om πήχεων A a Ι αἰ βάσεις] om αἰ Aa 11 τὸ κάτα νώτου] τὰ κάτα ν. A a pr ἱστία πέντε καὶ δέκα πήχεων A a F 13 om ἕκατον AF | πεντήκοντα] πέντε καὶ δέκα AF | στυλοι] pr καὶ οἱ AF 14 αυλαιαι τῆς σκηνης] πύλαι αἰ τῆς αὔλης Α αυλαιαι τῆς αὔλης F 15 om αυ- των 1° AF I πάντες] pr καὶ Α 16 καταπέτασμα] κατακάλυμμα AF | om F | πηχῶν 1° F 17 χαλκαῖ] λκ sup ras i lit Α? Ι αγκυλαι] pr αἰ Α)

182
[*](B) πάσσαλοι τῆς αὐλῆς κύκλῳ χαλκοῖ.

αὕτη ἡ σύνταξις τῆς σκηνῆς τοῦ μαρτυρίου, καθὰ συνετάγη Μωσῇ, τὴν λειτουργίαν εἶναι τῶν Λευειτῶν διὰ ’Ιθαμὰρ τοῦ υἱοῦ Ἀαρὼν τοῦ ἱερέως.

καὶ Βεσελεὴλ ὁ τοῦ οὐρείου ἐκ φυλῆς Ἰούδα ἐποίησεν καθὰ συνέταξεν κύριος τῷ Μωσῇ,

καὶ Ἐλιὰβ ὁ τοῦ Ἀχισαμὰκ ἐκ τῆς φυλῆς Δάν, ὃς ἠρχιτεκτόνησεν τὰ ὑφαντὰ καὶ τὰ ῥαφιδευτὰ καὶ ποι· κιλτικά, ὑφᾶναι τῷ κοκκίνῳ καὶ τῇ βύσσῳ.

Καὶ ἐποίησεν Βεσελεὴλ τὴν κιβωτόν,

καὶ κατεχρύσωσεν ἴῳ καθαρῷ ἔσωθεν καὶ ἔξωθεν.

καὶ ἐχώνευσεν αὐτῇ τέσσαρες δακτυλίους χρυσοῦς, δύο ἐπὶ τὸ κλίτος τὸ ἱν καὶ δύο ἐπὶ τὸ κλίτος τὸ δεύτερον,

εὐρεῖς τοῖς διωστῆρσιν ὥστε αἴρειν αὐτὴν ἐν αὐτοῖς.

καὶ ἐποίησεν τὸ ἱλαστήριον ἐπάνωθεν τῆς κιβωτοῦ ἐκ χρυσίου,

καὶ τοὺς δύο χερουβεὶμ χρυσοῦς·

χεροὺβ ἕνα ἐπὶ τὸ ἄκρον τοῦ ἱλαστηρίου καὶ χεροὺβ ἕνα ἐπὶ τὸ ἄκρον τοῦ ἱλαστηρίου τὸν δεύτερον,

σκιάζοντα ταῖς πτέρυξιν αὐτῶν ἐπὶ τὸ ἱλαστήριον.

Καὶ ἐποίησεν τὴν τράπεζαν τὴν προκειμένην ἐκ χρυσίου καθαροῦ,

καὶ ἐχώνευσεν αὐτῇ τέσσαρες δακτυλίους, δύο ἐπὶ τοῦ κλίτους τοῦ ἑνὸς καὶ δύο ἐπὶ τοῦ κλίτους τοῦ δευτέρου, εὐρεῖς ὥστε αἴρειν τοῖς διωστῆρσιν ἐν αὐτοῖς.