Exodus

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ποιήσεις τοὺς λύχνους αὐτῆς ἑπτά· καὶ ἐπιθήσεις τοὺς λύχνους, καὶ φανοῦσιν ἐκ τοῦ ἑνὸς προσώπου.

καὶ τὸν ἐπαρυστῆρα αὐτῆς καὶ τὰ ὑποθέματα αὐτῆς ἐκ χρυσίου καθαροῦ [*](AF 26 om ἐν αὐτοῖς F | τὴν τράπεζαν ἐν αὐτοῖς Α 28 ὄις] pr ἐν ΒabAF 29 τὴν τραπεζαν] τῆς τραπέζης F Ι ενωπιους] ευθειους Bc?mg 30 post χρυσίου ras I lit Α Ι λυχνίαν 2°] λυχνίας F Ι σφαιρωτῆρες Β1?abAF (σΦερ. B*F) 31 om ’δε AF Ι om ἀύτης του ενος...κλιτους 2° Β* (hab Babmginf) Ι om τῆς λυχνίας 2° Α 32 τὼ ἔνι καλαμίσκῳ] καλ’. τὼ ἔνι AF 33 ἐν τῆ λύχνια] ἐκ τῆς λυχνίας Α | ras καρυίσκους Aa?vid | om ἐν τὼ ἔνι καλαμίσκῳ F ἐν καλ’. τὼ ἔνι Α Ι σφαιρωτηρεd pr οἱ F | σφαιρωτηρες καὶ τὰ κρίνα ἀύτης] σφαιρωτὴρ καὶ κρινον· τοῖς ἐξ καλαμίσκοις τοῖς ἐκπορευομένοις ἐκ τῆς λυχνίας Α 34 — 35 ο σφαιρωτηρ...καρυισκους] καὶ ἐκ τῆς λυχνίας τέσσαρες κρατῆρες ἐκτετυπωμένοι καρυίσκους οἱ σφαιρωτῆρες κ’ τὰ κρίνα ἀύτης. ο σφαιρωτὴρ ὕπο τοὺς δύο καλαμίσκους ἐξ ἀύτης οὕτως τοι ἐξ καλαμίσκοις τοῖς ἐκπορευομένοις ἐκ τῆς λυχνίας Α οἱ σφαιρωτηρες...εξ ἀύτης sup ras fere 100 litt Aa?) 34 τέσσαρες τέσσαρας Bab)] δύο F 35 om F 37 τοὺς λύχνους 2°] + ἀύτης AF 38 ἐκ χρυσίου καθ’.] + τάλαν ’τον χρυσίου καθ’. F)

155
ποιήσεις·

πάντα τὰ σκεύη ταῦτα τάλαντον χρυσίου καθαροῦ. φόρα [*](B) κατὰ τὸν τύπον τὸν δεδειγμένον σοι ἐν τῷ ὄρει.

Καὶ τὴν σκηνὴν ποιήσεις δέκα αὐλαίας ἐκ βύσσου κεκλωσμένης καὶ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου κεκλωσμένου· χερουβεὶμ ἐργασίᾳ ὑφάντου ποιήσεις αὐτάς.

μῆκος τῆς αὐλαίας τῆς μιᾶς ὀκτὼ καὶ εἴκοσι πήχεων, καὶ εὖρος τεσσάρων πήχεων ἡ αὐλαία ἡ μία ἔσται. μέτρον τὸ αὐτὸ ἔσται πάσαις ταῖς αὐλαίαις.

πέντε δὲ αὐλαῖαι ἔσονται ἐξ ἀλλήλων ἐχόμεναι ἡ ἑτέρα ἐκ τῆς ἑτέρας, καὶ πέντε αὐλαῖαι ἔσονται συνεχόμεναι ἑτέρα τῇ ἑτέρᾳ.

καὶ ποιήσεις αὐταῖς ἀγκύλας ὑακινθίνας ἐπὶ τοῦ χείλους τῆς αὐλαίας τῆς μιᾶς ἐκ τοῦ ἑνὸς μέρους τὴν συμβολήν· καὶ οὕτως ποιήσεις ἐπὶ τοῦ χείλους τῆς αὐλαίας τῆς ἐξωτέρας πρὸς τῇ συμβολῇ τῇ δευτέρᾳ.

πεντήκοντα ἀγκύλας ποιήσεις τῇ αὐλαίᾳ τῇ μιᾷ, καὶ πεντήκοντα ἀγκύλας ποιήσεις ἐκ τοῦ μέρους τῆς αὐλαίας κατὰ τὴν συμβολὴν τῆς δευτέρας· ἀντιπρόσωποι ἀντιπίπτουσαι ἀλλήλαις εἰς ἑκάστην.

καὶ ποιήσεις κρίκους πεντήκοντα χρυσοῦς, καὶ συνάψεις τὰς αὐλαίας ἑτέραν τῇ ἑτέρα τοῖς κρίκοις· καὶ ἔσται ἡ σκηνὴ μία.

Καὶ ποιήσεις δέρρεις τριχίνας σκέπην ἐπὶ τῆς σκηνῆς· ἕνδεκα δέρρεις ποιήσεις αὐτάς.

τὸ μῆκος τῆς δέρρεως τῆς μιᾶς τριάκοντα πήχεων, καὶ τεσσάρων πήχεων τὸ εὖρος τῆς δέ τῆς μιᾶς. τὸ αὐτὸ μέτρον ἔσται ταῖς ἕνδεκα δέρρεσι.

καὶ συνάψεις τὰς πέντε δέρρεις ἐπὶ τὸ αὐτό, καὶ τὰς ἔξ δέρρεις ἐπὶ τὸ αὐτό· καὶ ἐπιδιπλώσεις τὴν δέρριν τὴν ἕκτην κατὰ πρόσωπον τῆς σκηνῆς·