Exodus

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ποιήσεις τέσσαρες δακτυλίους χρυσοῦς, καὶ ἐπιθήσεις τοὺς τέσσαρες δακτυ- λίους ἐπὶ τὰ τέσσερα μέρη τῶν ποδῶν αὐτῆς (27) ὑπὸ τὴν στεφάνην· [*](11 τέσσαρας BabAF 12 ξύλα ἄσηπτα] ἐκ ξύλων ἀσήπτων AF AF 14 κιβωτοῦ] διαθήκης AF (κιβ. Fa?mg) 16 πηχῶν F 17 sup ras χερουβειν F | χρυσοτόρευτα] χρυσᾶ τορευτὰ BaAF Ι ἐξ ἀμφ’·] ἐπ’ ἀμφ’. F* ἐξ ἀμφ’. F1mg) 18 om ἐκ του κλιτ. τούτου καὶ χερουβ εἰς F I χερουβειμ] χερουβειν AF 18 — 19 δύο κλίτη ἔσονται sup ras Aa? 19 οἱ χερουβειμ] οἱ χερουβειν Α οἱ δύο χερουβειν F | om ἐν AF 22 om χρυσῆν AF Ι χρυσίου] pr ἐκ F | πηχῶν F Ι om τὸ ευρος καὶ 23 στρεπτὰ χρυσα] στρεπτὸν κυματιον χρυσοῦν AF 24 στρεπτὸν Α Ι κῦμ’] + χρυσοῦν Α 25 τέσσαρες 1°] τέσσαρας Βal(vid καὶ ἔπιθ’. τοὺς τεσσ. δακτ. Α | om τέσσαρες 2° F τέσσαρας Bab(τεσσαρας B ab(vid)))

154
[*](B)

καὶ ἔσονται οἱ δακτύλιοι εἰς θήκας τοῖς ἀναφορεῦσιν, ὥστε αἴρειν ἐν αὐτοῖς τὴν τράπεζαν.

καὶ ποιήσεις τοὺς ἀναφορεῖς ἐκ ξύλων ἀσήπτων, καὶ καταχρυσώσεις αὐτοὺς χρυσίῳ καθαρῷ, καὶ ἀρθήσεται ἐν αὐτοῖς ἡ τράπεζα.

καὶ ποιήσεις τὰ τρύβλια καὶ τὰς θυίσκας καὶ τὰ σπόνδια καὶ τοὺς κυάθους, οἷς ἐν αὐτοῖς, χρυσίου καθαροῦ ποιήσεις αὐτά.

καὶ ἐπι- θήσεις ἐπὶ τὴν τράπεζαν ἄρτους ἐνωπίους ἐναντίον μου διὰ παν- τός.

Καὶ ποιήσεις λυχνίαν ἐκ χρυσίου καθαροῦ, τορευτὴν ποιήσεις τὴν λυχνίαν· ὁ καυλὸς αὐτῆς καὶ οἱ καλαμίσκοι καὶ οἱ κρατῆρες κοὶ οἱ σφαιρωτῆρες καὶ τὰ κρίνα ἐξ αὐτῆς ἔσται.

ἕξ δὲ καλαμίσκοι ἐκπορευόμενοι ἐκ πλαγίων, τρεῖς καλαμίσκοι τῆς λυχνίας ἐκ τοῦ κλίτους αὐτῆς τοῦ ἑνός, καὶ τρεῖς καλαμίσκοι τῆς λυχνίας ἐκ τοῦ κλίτους τοῦ δευτέρου.

καὶ τρεῖς κρατῆρες ἐκτετυπωμένοι καρυίσκους· ἐν τῷ ἑνὶ καλαμίσκῳ σφαιρωτὴρ καὶ κρίνον· οὕτως τοῖς ἓξ καλαμίσκοις τοῖς ἐκπορευομένοις ἐκ τῆς λυχνίας.

καὶ ἐν τῇ λυχνίᾳ τέσσαρες κρατῆρες ἐκτετυπωμένοι καρυίσκους· ἐν τῷ ἑνὶ καλαμίσκῳ σφαιρωτῆρες καὶ τὰ κρίνα αὐτῆς.

ὁ σφαιρωτὴρ ὑπὸ τοὺς δύο καλαμίσκους ἐξ αὐτῆς, καὶ σφαιρωτὴρ ὑπὸ τοὺς τέσσαρες καλαμίσκους ἐξ αὐτῆς· οὕτως τοῖς ἕξ καλαμίσκοις τοῖς ἐκπορευομένοις ἐκ τῆς λυχνίας.

καὶ ἐν τῇ λυχνίᾳ τέσσαρες κρατῆρες ἐκτετυπωμένοι καρυίσκους.

οἱ σφαιρωτῆρες καὶ οἱ καλαμίσκοι ἐξ αὐτῆς ἔστωσαν· ὅλη τορευτὴ ἐξ ἑνὸς χρυσίου καθαροῦ.