Exodus

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ποιήσεις ἀγκύλας πεντήκοντα ἐπὶ τοῦ χείλους τῆς δέρρεως τῆς μιᾶς τῆς ἀνὰ μέσον κατὰ συμβολήν· καὶ πεντήκοντα ἀγκύλας ποιήσεις ἐπὶ τοῦ χείλους τῆς δέρρεως τῆς συναπτούσης τῆς δευτέρας.

καὶ ποιήσεις κρίκους χαλκοῦς πεντήκοντα, καὶ συνάψεις τοὺς κρίκους ἐκ τῶν ἀγκυλῶν, καὶ συνάψεις τὰς δέρρεις καὶ ἔσται ἕν.

καὶ ὑποθήσεις [*](38 om ποιήσεις AF 39 τάλαντον χρ. καθ’. ποιήσεις πάντα τὰ σκεύη AF ταύτα AF 40 ὅλα Β* ὄρα Β1?ab Ι ποιησεις] + παντᾶ F XXVI 1 χε l ’χε· αυλη F | εσται το αυτο Α | οm πασαις A 3 om ἐξ αλληλων...εσονται 2 Β* (hab Babmginf) I εξ αλλ. εχομεναι] συνεχομεναι Α εξ αλλ αυνεχομεναι F | 77 ετερα] om η AF | τη ετερα] εκ της ετερας 4 την συμβ.] pr εις ἑκάστη 5 πεντηκοντα αἰγείας AF | σκέπην] εις εκαστην] εις αλληλας εκαστη AF 7 τριχινας] αιγειας Famg | ακεπην] ρκεπειν AF τὸ 8 τπιακοντα πηχεων] pr ερται AF | om της δερρεως 2° ἔπι (superscr Bab) το αυτο δέρρεις om μετρον Α συμβολὴν] το αυτο F 9 επι το αυτο (τ°) και τας ς ἔσται] ἔσονται 10 συμβολην] pr την AF 11 αγκυλων] αγκυλ sup ras A? | εσται] εσονται A)

156
[*](B) τὸ πλεονάζον ἐν ταῖς δέρρεσιν τῆς σκηνῆς· ὑποκαλύψεις ὀπίσω τῆς σκηνῆς·

πῆχυν ἐκ τούτου καὶ πῆχυν ἐκ τούτου, ἐκ τοῦ ὑπερέχοντος τῶν δέρρεων, ἐκ τοῦ μήκους τῶν δέρρεων τῆς σκηνῆς· ἔσται σὺν καλύπτον ἐπὶ τὰ πλάγια τῆς σκηνῆς ἔνθεν καὶ ἔνθεν, ἵνα καλύπτῃ.

κάλυμμα τῇ σκηνῇ δέρματα κριῶν ἠρυθροδανωμένα, τὰ δέρματα ὑακίνθινα ἐπάνωθεν.

Καὶ ποιήσεις οτύλους τῇ σκηνῇ ἐκ ξύλων ἀσήπτων·

δέκα πήχεων ποιήσεις τὸν οτύλον τὸν ἕνα, καὶ πήχεος ἑνὸς καὶ ἡμίσους τὸ πλάτος τοῦ στύλου τοῦ ἑνός·

δύο ἀγκωνίσκους τῷ στύλῳ τῷ ἑνί, ἀντιπίπτοντας ἕτερον τῷ ἑτέρῳ· οὕτως ποιήσεις πᾶσι τοῖς στύλοις τῆς σκηνῆς.

καὶ ποιή- σεῖς στύλους τῆ σκηνῇ, κ΄ στύλους ἐκ τοῦ κλίτους τοῦ πρὸς βορρᾶν.

καὶ τεσσεράκοντα βάσεις ἀργυρδς ποιήσεις τοῖς εἴκοσι στύλοις, δύο βάσεις τῷ στύλῳ τῷ ἑνὶ εἰς ἀμφότερα τὰ μέρη αὐτοῦ.

καὶ τὸ κλίτος τὸ δεύτερον τὸ πρὸς νότον εἴκοσι στύλους·

καὶ τεσσεράκοντα βάσεις αὐτῶν ἀργυρᾶς, δύο βάσεις τῷ στύλῳ τῷ ἑνὶ εἰς ἀμφότερα τὰ μέρη αὐτοῦ.