Exodus

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ εἰσάξεις τοὺς ἀναφορεῖς εἰς τοὺς δακτυλίους τοὺς ἐν τοῖς κλίτεσι τῆς κιβωτοῦ, αἴρειν τὴν κιβωτὸν ἐν αὐτοῖς·

ἐν τοῖς δακτυλίοις τῆς κιβωτοῦ ἔσονται οἱ ἀναφορεῖς ἀκίνητοι.

καὶ ἐμβαλεῖν εἰς τὴν κιβωτὸν τὰ μαρ- τυρία ἃ ἄν δῶ σοι.

καὶ ποιήσεις ἱλαστήριον ἐπί χρυσίου καθαροῦ, δύο πηχῶν καὶ ἡμίσους τὸ μῆκος, καὶ πῆχεος καὶ ἡμίσους τὸ πλάτος.

καὶ ποιήσεις δύο χερουβεὶμ χρυσοτορευτά, καὶ ἐπιθήσεις αὐτὰ ἐξ ἀμφοτέρων τῶν κλιτῶν τοῦ ἱλαστηρίου·

ποιήσονται χεροὺβ εἷς ἐκ τοῦ κλίτους τούτου καὶ χεροὺβ εἷς ἐκ τοῦ κλίτους τοῦ δευτέρου τοῦ ἱλαστηρίου· καὶ ποιήσεις τοὺς δύο χερουβεὶμ ἐπὶ τὰ δύο κλίτη.

ἔσονται οἱ χερουβεὶμ ἐκτείνοντες τὰς πτέρυγας ἐπάνωθεν, συσκιάζοντες ἐν ταῖς πτέρυξιν αὐτῶν ἐπὶ τοῦ ἱλαστηρίου, καὶ τὰ πρόσωπα αὐτῶν εἰς ἄλληλα· εῖς τὸ ἱλαστήριον ἔσονται τὰ πρόσωπα τῶν χερουβείν.

καὶ τὸ ἱλαστήριον ἐπὶ τὴν κιβωτὸν ἄνωθεν, καὶ εἰς τὴν κίβωτον ἐμβαλεῖς τὰ μαρτύρια ἃ ἄν δῶ σοι.

καὶ γνωσθήσομαί σοι ἐκεῖθεν, καὶ λαλήσω σοι ἄνωθεν τοῦ ἱλαστηρίου ἀνὰ μέσον τῶν δύο χερουβεὶν τῶν ὄντων ἐπὶ τῆς κιβωτοῦ τοῦ μαρτυρίου, καὶ κατὰ πάντα ὅσα ἄν ἐντείλωμαί σοι πρὸς τοὺς υἱοὺς Ἰσραήλ.

Καὶ ποιήσεις τράπεζαν χρυσῆν χρυσίου καθαροῦ δύο πήχεων τὸ μῆκος, καὶ πήχεος τὸ εὖρος, καὶ πήχεος κα ἡμίσους τὸ ὕψος.

καὶ ποιήσεις αὐτῇ στρεπτὰ κυμάτια χρυσᾶ κύκλῳ. καὶ ποιήσεις αὐτῇ στεφάνην παλαιστοῦ κύκλῳ·

καὶ ποιήσεις στρεπτὸν κυμάτιον τῇ στεφάνῃ κύκλῳ.