Exodus

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

  1. ἤκουσαν ἔθνη καὶ ὠργίσθησαν·
  2. ὠδῖνες ἔλαβον κατοικοῦντας Φυλιστιείμ.
  1. τότε ἔσπευσαν ἡγεμόνες Ἐδὼμ καὶ ἄρχοντες Μωαβειτῶν·
  2. ἔλαβεν αὐτοὺς τρόμος,
  3. ἐτάκησαν πάντες οἱ κατοικοῦντες Χανάαν.
  1. ἐπιπέσοι ἐπ᾿ αὐτοὺς τρόμος καὶ φόβος,
  2. μεγέθει βραχίονός σου ἀπολιθωθήτωσαν·
  3. ἕως ἄν παρέλθῃ ὁ λαός σου, κύριε,
  4. ἕως ἄν παρέλθῃ ὁ λαός σου οὗτος ὃν ἐκτήσω.
  1. εἰσαγαγὼν καταφύτευσον αὐτοὺς εἰς ὄρος κληρονομίας σου,
  2. εἰς ἕτοιμον κατοικητήριόν σου ὃ κατηρτίσω, κύριε,
  3. ἁγίασμα, κύριε, ὃ ἡτοίμασαν αἱ χεῖρές σου.
  1. Κύριος βασιλεύων τὸν αἰῶνα καὶ ἐπ’ αἰῶνα καὶ ἔτι.
  1. Ὅτι εἰσῆλθεν ἵππος Φαραὼ σὺν ἅρμασιν καὶ ἀναβάταις εἰς
  2. θάλασσαν, καὶ ἐπήγαγεν ἐπ’ αὐτοὺς κύριος τὸ ὕδωρ τῆς θαλάσσης· οἱ δὲ υἱοὶ Ἰσραὴλ ἐπορεύθησαν διὰ ξηρᾶς ἐν μέσῳ τῆς θαλάσσης.

Λαβοῦσα δὲ Μαριὰμ ἡ προφῆτις ἡ ἀδελφὴ Ἀαρὼν τὸ τύμπανον ἐν τῆ χειρὶ αὐτῆς, καὶ ἐξήλθοσαν πᾶσαι αἱ γυναῖκες ὀπίσω αὐτῆς μετὰ τυμπάνων καὶ χορῶν.