Exodus

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

ἐξῆρχεν δὲ αὐτῶν Μαριὰμ λέγουσα

  • ᾌσωμεν τῷ κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται·
  • ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰς θάλασσαν.
  • [*](AF) [*](9 μάχαιρα Bc | κυριευοη F 10 εκαλυψεν] pr καὶ AF 12 pr καὶ Α Ι γῆ] pr η AF . 14 ωργισθησαν] ἐφοβήθησαν Α (Ακ. 15 MωαΒειτων B*] Μωαβιτων BbAF 16 B τρόμος AF Ι om λᾶος σου...παρελθη ο B* (hab BabmeAF) | ἐκτήσω] ἐλυτρώσω Α Τ κατηρτίσω] κατηργάσω Α κατειργάσω F | om ἁγίασμα κύριε Ε· (hab AF) 18 κύριος] Γε AF 19 ἀναβάταις] + αὐτοῦ Α | κύριος ἐπ’ αὐτοὺς AF Ο λαβοῦσα] ἔλαβεν AF | ἐξῆλθον AF 21 αναβατηρ Α)
    135

    Ἐξῆρεν δὲ Μωυσῆς τοὺς υἱοὺς Ἰσραὴλ ἀπὸ θαλάσσης ἐρυθρᾶς,[*](B) καὶ ἤγαγεν αὐτοὺς εἰς τὴν ἔρημον Σούρ· καὶ ἐπορεύοντο τρεῖς ἡμέρας ἐν τῇ ἐρήμῳ, καὶ οὐχ ηὕρισκον ὕδωρ ὥστε πιεῖν.

    ἮλΘον δὲ εἰς Μερρά καὶ οὐκ ἠδύναντο πιεῖν ἐκ Μέρρας, πικρὸν γὰρ ἢν· διὰ τοῦτο ἐπωνόμασεν τὸ ὄνομα τοῦ τόπου ἐκείνου πικρία.

    καὶ διεγόγγυςεν ὁ λαὸς ἐπὶ Μωσῆν λέγοντες Τί πιόμεθα ; ἐβόησεν δὲ

    ἐβόησεν πρὸς κύριον· καὶ ἕλιξεν αὐτῷ Κύριος ξύλον, καὶ ἐνέβαλεν αὐτὸ εἰς τὸ ὕδωρ, καὶ ἐγλυκάνθη τὸ ὕδωρ. ἐκεῖ ὤθετο αὐτῷ δικαιώματα καὶ κρίσεις, καὶ ἐκεῖ ἐπείρασεν αὐτὸν

    καὶ εἶπεν ’ν ἀκοῇ ἀκούσῃς τῆς φωνῆς κυρίου τοῦ θεοῦ σου, καὶ τὰ ἀρεστὰ ἐναντίον αὐτοῦ ποιήσῃς, καὶ ἐνωτίσῃ ταῖς ἐντολαῖς αὐτοῦ, καὶ φυλάξῃς πάντα τὰ δικαιώματα αὐτοῦ, πᾶσαν νόσον ἣν ἐπήγαγον τοῖς Αἰγυπτίοις οὐκ ἐπάξω ἐπὶ σέ· ἐγὼ γάρ εἰμι κύριος ὁ θεός σου ὁ ἰώμενός σε.

    ηΚαὶ ἤλθοσαν εἰς Αἰλείμ, καὶ ἦσαν ἐκεῖ ιβ πηγαὶ ὑδάτων καὶ ἑβδομήκοντα στελέχη XVI