Exodus

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

  1. καὶ τῷ πλήθει τῆς δόξης σου συνέτριψας
  2. ἀπέστειλας τὴν ὀργήν σου, καὶ κατέφαγεν αὐτοὺς ὡς καλάμην.
  1. καὶ διὰ τοῦ πνεύματος τοῦ θυμοῦ σου διέστη τὸ ὕδωρ.
  2. ἐπάγη ὡσεὶ τεῖχος τὰ ὕδατα,
  3. ἐπάγη τὰ κύματα ἐν μέσῳ τῆς θαλάσσης.
  4. [*](28 om κα 4° AF Ι οὐδὲ ets] οὐδὲ εἰς ’δε εἰς F Ο τῶν Αἶγ’.] om τῶν AF AF | ἔιδεν F 31 ἴδεν ἔιδεν F) δεΕF] καὶ ἴδεν Α Ι εφοβ. ’δε] καὶ εφοβ. AF XV 1 Mωνσης| καὶ οἱ υἱοὶ Ιηλ in mg et sup ras A a (om A* vid) Ι θέω] κυρίω AF | λέγοντες] τὼ λέγειν Α (Aκ. λέγειν F 1mg) 2 μου Θεος] θεὸς μου AF 4 4 κατεποΦησαν] κατεπόντισεν AF 5 πόντος F a? 8 του πνεῦμ’.] om του F | τῆς θαλ.] litt ς θ rescr vid Aa)
    134
    [*](Β)
  1. εἶπεν ὁ ἐχθρός Διώξας καταλήμψομαι·
  2. μεριῶ σκῦλα, ἐμπλήσω ψυχήν μου,
  3. ἀνελῶ τῇ μαχαίρῃ μου, κυριεύσει ἡ χείρ μου.
  1. ἀπέστειλας τὸ πνεῦμά σου, ἐκάλυψεν αὐτοὺς θάλασσα·
  2. ἔδυσαν ὡσεὶ μόλιβος ἐν ὕδατι σφοδρῷ.
  1. τίς ὅμοιός σοι ἐν θεοῖς, κύριε ; τίς ὅμοιός σοι ;
  2. δεδοξασμένος ἐν ἁγίοις, θαυμαστὸς ἐν δόξαις, ποιῶν τέρατα.
  1. ἐξέτεινας τὴν δεξιάν σου·
  2. αὐτοὺς γῆ.
  1. ὡδήγησας τῇ δικαιοσύνῃ σου τὸν λαόν σου τοῦτον ὃν ἐλυτρώσω,
  2. ἀλέσας τῇ ἰσχύι σου εἰς κατάλυμα ἅγιόν σου.