Genesis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

L αὐτὸν καὶ ἐφίλησεν αὐτόν.

καὶ προσέταξεν Ἰωσὴφ τοῖς παισὶν αὐτοῦ τοῖς ἐνταφιασταῖς ἐνταφιάσαι τὸν πατέρα αὐτοῦ. καὶ ἐνεταφία- ’σαν ὁ ἐνταφιασταὶ ¶ τὸν Ἰσραήλ.

καὶ ἐπλήρωσεν αὐτοὺς τεσσερά- [*](¶ D) κοντα ἡμέρας· οὕτως γὰρ καταριθμοῦνται αἱ ἡμέραι τῆς ταφῆς. καὶ ἐπένθησεν αὐτὸν Αἴγυπτος ἑβδομήκοντα ἡμέρας.

Ἐπεισὴ δὲ παρῆλθον αἱ ἡμέραι τοῦ πένθους, ἐλάλησεν Ἰωσὴφ πρὸς τοὺς δυνά- στας Φαραὼ λέγων Εἰ εὗρον χάριν ἐναντίον ὑμῶν, λαλήσατε περὶ ἐμοῦ [*](26 om ορεων A | om και επ ευλογιαις θεινων D | θινων B b AF (βουνων ADF F a) | ἀενάων] αἰωνίων D ([αι]ωνι[ων] D) F | κεφαλὴν] κεφαλῆς Α pr D κορυφὴν F 27 εδεται·ετι F | διδωσιν] διαδωσει AD | κορυφην F 27 εδεται·ετι F | διδωσιν] διαδωσει AD διαδιδωσιν F 28 ουτοι] οἱ Α | αὐτοῖς ἐλάλησεν Α | εὐλόγησεν 1°] ηὐλόγησεν AF | om ο πατὴρ 2° AD sil F | ευλογησεν 2°] ηὐλόγησεν A?F 29 προστίθεμεν Α | θάψατε BAD] θάψετε F | με μέτα] μέτα μέτα F | Εφρων ἐν τὼ ἀγρῶ Α 30 γῆ Χανααν] τῆ γῆ Χανααν AF τῆ γῆ τῶν Χαναναιων D 31 ἔκει 2°, 3°] pr κα ADF | Αἶαν Α 33 ἐξάρας] + Ιακωβ ADF | τοὺς πόδας αὐτοῦ] om αὐτοῦ ADF | ἐξέλειπεν DF L 1 τὸ πρόσωπον] ’τον τρ Α om τὸ F vid (επι...|σωπον) | αὐτὸν 1°] ἐπ’ αὐτὸν Α ἐπ’ ἀυτῶ F 3 ρωσεν αὐτοὺς] ἐπλήρωσαν αὐτοῦ AF | τεσσαρακ. Bab 4 F | om ’δε Α | om πέρι ἐμοῦ F)

102
[*](B) εἰς τὰ ὦτα Φαραὼ λέγοντες

Ὁ πατήρ με ὥρκισεν λέγων Ἐν τῷ μνημείῳ ᾧ ὤρυξα ἐμαυτῷ ἐν γῇ Χανάαν ἐκεῖ με θάψεις. νῦν οὑν ἀναβὰς θάψω τὸν πατέρα μου, καὶ ἀπελεύσομαι.

καὶ εἶπεν Φαραώ [*](§ D) Ἀνάβηθι, θάψον τὸν πατέρα σου καθάπερ ὥρκισέν σε. §

καὶ ἀνέβη Ἰωσὴφ θάψαι τὸν πατέρα αὐτοῦ· καὶ συνανέβησαν μετ’ αὐτοῦ πάντες οἱ παῖδες Φαραὼ καὶ οἱ πρεσβύτεροι τοῦ οἴκου αὐτοῦ, καὶ πάντες ὁ ἐροῖ τῆς γῆς Αἰγύπτου,

καὶ πᾶσα ἡ πανοικία Ἰωσὴφ καὶ οἱ αὐτοῦ καὶ πᾶσα ἡ οἰκία ἡ πατρικὴ αὐτοῦ καὶ ἡ συγγενία αὐ- τοῦ. καὶ τὰ πρόβατα καὶ τοὺς βόας ὑπελίποντο ἐν γῇ Γέσεμ.

καὶ συνανέβησαν μετ’ αὐτοῦ καὶ ἅρματα καὶ ἱππεῖς, καὶ ἐγένετο ἡ παρεμ- βολὴ μεγάλη σφόδρα.

καὶ καὶ παρεγένοντο εἰς ἅλωνα Ἀτάδ, ὅ ἐστιν πέραν τοῦ Ἰορδάνου, καὶ ἐκόψαντο αὐτὸν κοπετὸν μέγαν καὶ ἰσχυρὸν σφόδρα· καὶ ἐποίησαν τὸ πένθος τῷ πατρὶ αὐτοῦ ἑπτὰ ἡμέρας.

καὶ ἴδον οἱ κάτοικοι τῆς γῆς Χανάαν τὸ πένθος ἐν ἅλωνι Ἀτὰδ καὶ εἶπαν Πένθος μέγα τοῦτό ἐστιν τοῖς Αἰγυπτίοις· διὰ τοῦτο ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Πένθος Αἰγύπτου, ὅ ἐστιν πέραν τοῦ Ἰορδάνου.

καὶ ἐποίη- ’σαν αὐτῶ οὕτως οἱ υἱοὶ αὐτοῦ, καὶ ἔθαψαν αὐτὸν ἐκεῖ.

καὶ ἀνέλαβον αὐτὸν οἱ υἱοὶ αὐτοῦ εἰς γῆν Χανάαν, καὶ ἔθαψαν αὐτὸν εἰς τὸ σπήλαιον τὸ διπλοῦν, ὃ ἐκτήσατο Ἀβραὰμ τὸ σπήλαιον ἐν κτήσει μνημείου [*](¶ D) παρὰ Ἐφρὼν τοῦ Χετταίου, κατέναντι Μαμβρή.

[*](¶)[*](¶ F)

καὶ ἀπέστρεψεν Ἰωσὴφ εἰς Αἴγυπτον, αὐτὸς καὶ οἱ ἀδελφοὶ [*](¶) αὐτοῦ καὶ οἱ συναναβάντες θάψαι τὸν πατέρα αὐτοῦ.

ἰδόντες δὲ οἱ ἀδελφοὶ Ἰωσὴφ ὅτι τέθνηκεν ὁ πατὴρ αὐτῶν εἶπαν Μή ποτε μνησι- κακήσῃ ἡμῖν Ἰωσήφ, καὶ ἀνταπόδομα ἀνταποδῷ ἡμῖν πάντα τὰ κακὰ ἃ ἐνεδειξάμεθα αὐτῷ.

καὶ παρεγένοντο πρὸς Ἰωσὴφ λέγοντες ’O πατήρ σου ὥρκισεν πρὸ τοῦ τελευτῆσαι αὐτὸν λέγων

Οὕτως εἴπατε Ἰωσήφ Ἄφες αὐτοῖς τὴν ἀδικίαν καὶ τὴν ἁμαρτίαν αὐτῶν, ὅτι πονηρά [*](ADF) [*](5 ο πατὴρ] + μου AF | ὥρκισεν με AF | λέγων] pr πρὸ του τελευτήσαι Α ἐπελεύσομαι AF 6 εἶπεν Φ.] + τὼ Ιωσηφ AF 7 τῆς γῆς Α̣ιγ.] om γῆς Α om τῆς D (F ?) 8 η συγγενια αὐτοῦ] τὴν συγγένειαν AD τὴν συγ- γενιαν F | ὑπελείποντο ADF 9 om κα 2° DF 10 παρεγενοντο] παρεγένετο Α | εἰς ἅλωνα] ἐφ’ ἅλ’. AF ἐπ’ αλ. D | Ατατ D | εποιησεν F | τὼ πατρὶ αὐτοῦ τὸ πένθος D 11 ἔιδον D sil F | Αταδ] ταδ’ B* vid (Αταδ Ba) Ατατ D | ἐστιν τοῦτο DF | ἐκάλεσεν] εκαλεσ(??)ν D ἐκλήθη F | αὐτοῦ] του τοπου ἐκείνου AF του τόπου D 12 αυτου] Ισραηλ Α + καθὼς ἐνετείλατο αὐτοῖς ADF a καθ’. ενετ. F*) | om καὶ ἔθαψαν ἄισον ἔκει AD sil F 13 ἀνέλαβον ἄισον] + ἔκει B* (om B a?b) | γῆν] pr τὴν D 14 ἀπέστρεψεν] ἐπέστρεφεν AF | εἰς] ἐπ’ Fb (de F* non liq) | αδελ... F | συναναβάντες] + πάντες Α 15 ἀυτῶ] εἰς αὐτὸν Bc 16 παρεγένοντο] παραγενοντο B edit παραγενόμενοι Α | λέγοντες] εἶπαν Α 17 om κα τὴν ἁμαρτίαν Α)

103
σοι ἐνεδείξαντο· καὶ νῦν δέξαι τὴν ἀδικίαν τῶν θεραπόντων τοῦ θεοῦ [*](B) τοῦ πατρός σου. καὶ ἔκλαυσεν Ἰωσὴφ λαλούντων αὐτῶν πρὸς αὐτόν.

καὶ ἐλθόντες πρὸς αὐτὸν εἶπαν οἵδε ἡμεῖς οἰκέται.

καὶ εἶπεν αὐτοῖς Ἰωσήφ Μὴ φοβεῖσθε, τοῦ γὰρ θεοῦ ἐγὼ εἰμί’·

ὑμεῖς ἐβουλεύ- σασθε κατ’ ἐμοῦ εἰς πονηρά, ὁ δὲ θεὸς ἐβουλεύσατο περὶ ἐμοῦ εἰς ἀγαθά, ὅπως ἂν γενηθῇ ὡς σήμερον, ἵνα τραφῇ λαὸς πολύς.