Genesis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

  1. Ἰσσαχὰρ τὸ καλὸν ἑπεθύμησεν,
  2. ἀναπαυόμενος ἀνὰ μέσον τῶν κλήρων·
  1. καὶ ἰδὼν τὴν ἀνόπαυσιν ὅτι καλή,
  2. καὶ τὴν γῆν ὅτι πίων,
  3. ὑπέθηκεν τὸν ὦμον αὐτοῦ εἰς τὸ πονεῖν,
  4. καὶ ἐγενήθη ἀνὴρ γεωργός.
  5. [*](6 ἐν επιθυμια F* τῆ superscr F 1) 7 διασπερῶ] διασκορπιῶ Α ADF 8 ἔπι νωτου] επι τ[ω] νώτῳ F | σοι BD] σε AF | οἱ υιοι] om οἱ F 9 Ιουδας D | μου] μοι F 10 ἄρχων εξ Ιουδα sup ras Α 1 (seq spat I lit) 12 ὕπερ οἶνον] ἄπο οἴνου ADF | om αὐτοῦ 2° DF 13 κατοικήσει] παροικήσει D | Σιδονος B a 14 Ισαχαρ F* (Ισσ. F 1) | ἄνα μέσον] εμμεσω Α 15 εγενηθη] εγενη F)
    100
    [*](B)
  1. Δὰν κρινεῖ τὸν ἑαυτοῦ λαόν,
  2. ὡσεὶ καὶ μία φυλὴ ἐν Ἰσραήλ.
  1. καὶ γενηθήτω Δὰν ὄφις ἐφ’ ὁδοῦ,
  2. ένκαθήμενος ἐπὶ τρίβου·
  3. δάκνων πτέρναν ἵππου,
  4. καὶ πεσεῖται ὁ ἱππεὺς εἰς τὰ ὀπίσω,
  1. τὴν σωτηρίαν περιμένων Κυρίου.
  1. Γάδ, πειρατήριον πειρατεύσει αὐτόν·
  2. αὐτὸς δὲ πειρατεύσει αὐτῶν κατὰ πόδας.
  1. Ἀσήρ, πίων αὐτοῦ ὁ ἄρτος,
  2. καὶ αὐτὸς δώσει τρυφὴν ἄρχουσιν.
  1. Νεφθαλεί, στέλεχος ἀνειμένον,
  2. ἐπιδιδοὺς ἐν τῷ γενήματι
  1. Υἱὸς ηὐξημένος Ἰωσήφ,
  2. υἱὸς ηὐξημένος μου ζηλωτός.
  3. υἱός μου νεώτατος·
  1. εἰς ὃν διαβουλευόμενοι ἐλοιδόρουν,
  2. καὶ ἐνεῖχον αὐτῷ κύριοι τοξευμάτων·
  1. καὶ συνετρίβη μετὰ κράτους τὰ τόξα αὐτῶν,
  2. καὶ ἐξελύθη τὰ νεῦρα βραχιόνων χειρὸς αὐτῶν
  3. ἐκεῖθεν ὁ κατίσχυσας Ἰσραήλ·
  4. παρὰ θεοῦ τοῦ πατρός σου.
  1. καὶ ἐβοήθησέν σοι ὁ θεὸς ὁ ἐμός,
  2. καὶ εὐλόγησέν σε εὐλογίαν οὐρανοῦ ἄνωθεν,
  3. καὶ εὐλογίαν γῆς ἐχούσης πάντα·
  4. ἕνεκεν εὐλογίας μαστῶν καὶ μήτρας,
  1. εὐλογίας πατρός σου καὶ μητρός σου·
  2. [*](ADF)[*](16ἑαυτοῦ λαὸν BD] λαὸν αὐτοῦ AF 17 γενηθήτω Δὰν BD sil] Δὰν Α hiat F | ἐφ’ ὀδοῦ] ἐπ’ ὀδοῦ Α | ενκαθ.] εγκαθ. AB ab F | ὀπίσω] ὀπίσθια DF 19 αὐτὸς ’δε] καὶ αὐτὸς F j ἀυτῶν] αὐτὸν F 20 δώσει] διαδώσει Α διαδίδωσιν D | τρυφην] τροφὴν ADF | ἄρχουσι F 21 Νεφθαλει BD] Νεφθαλειμ Α Νεφθαλι F | γενήματι BDF] γεννήματι Α 22 om μου 1° ADF | νεώτατος] νεωτος (νε sup ras 3 litt A a) Α 24 τοξα] τοξεύματα F | χειρὸς] χείρων ADF | χεῖρα] χειρὸς D ([χειρ]ος D) | κατισχυσας] + σε Α | Ισραηλ] Ιακωβ Α | θεοῦ] pr του Α 25 ηυλογησεν F | 7775] pr τῆς Α | εἵνεκεν D sil F | καὶ μήτρας] om καὶ Α)
    101
  3. ὐπερίσχυσεν ἐπ᾿ εὐλοίαις ὀρέων μονίμων,
  4. [*](B)
  5. καὶ ἐπ᾿ εἰλογίαις θεινῶν ἀενάων·
  6. ἔσονται ἐπὶ κορυφῆς ὧν ἡγήσατο ἀδελφῶν.

  • Βενιαμεὶν λύκος ἅρπαξ·
  • τὸ πρωινὸν ἔδεται ἔτι,
  • καὶ εἰς τὸ ἑσπέρας δίδωσιν τροφήν.
  • Πάωτες οὗτοι υἱοὶ Ἰακὼβ δώδεκα, καὶ ταῦτα ἐλάλησεν αὐτοῖς ὁ αὐτῶν· καὶ εὐλόγησεν αὐτοὺς ὁ πατήρ, ἕκαστον κατὰ τὴν εὐλο- γίαν αὐτοῦ εἰλόγησεν αὐτούς.

    καὶ εἶπεν αὐτοῖς Ἐγὼ προστίθεμαι πρὸς τὸν ἐμὸν λαόν· θάψατέ με μετὰ τῶν πατέρων μου ἐν τῷ σπηλαίῳ ὅ ἐστιν ἐν τῷ ἀγρῷ Ἐφρὼν τοῦ Χετταίου,

    ἐν τῷ σπηλαίῳ τῷ διπλῷ τῷ ἀπέναντι Μαμβρὴ ἐν γῇ Χανάαν, ὃ ἐκτήσατο Ἀβραὰμ τὸ σπήλαιον παρὰ Ἐφρὼν τοῦ Χετταίου ἐν κτήσει μνημείου.

    ἐκεῖ ἔθαψαν Αβραὰμ καὶ Σάρραν τὴν γυναὶκα αὐτοὺ· ἐκεὶ ἕκαστον κατὰ καὶ Ῥε- βέκκαν τὴν γυναῖκα αὐτοῦ·

    ἐκεῖ ἔθαψαν Λείαν, ἢν κτήσει τοῦ ἀγροῦ καὶ τοῦ σπηλαίου τοῦ ὄντος ἐν αὐτῷ παρὰ τῶν υἱῶν Χέτ.

    Καὶ κατέπαυσεν Ἰακὼβ ἐπιτάσσων τοῖς υἱοῖς αὐτοῦ, καὶ ἐξάρας τοὺς πόδας αὐτοῦ ἐπὶ τὴν κλίνην ἐξέλιπεν καὶ προσετέθη πρὸς τὸν λαὸν αὐτοῦ. L