Genesis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

εἶπεν δὲ αὐτοῖς Mr) φοβεῖσθε· ἐγὼ διαθρέψω ὑμᾶς καὶ τὰς οἰκίας ὑμῶν. καὶ παρεκάλεσεν αὐτοὺς καὶ ἐλάλησεν αὐτῶν εἰς τὴν καρδίαν. §

Καὶ κατῴκησεν Ἰωσὴφ ἐν Αἰγύπτῳ, αὐτὸς καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἑ [*](§ D) καὶ πᾶσα ἡ πανοικία τοῦ πατρὸς αὐτοῦ· καὶ ἔζησεν Ἰωσὴφ ἔτη ἑκατὸν δέκα.

καὶ εἶδεν Ἰωσὴφ Ἐφράιμ παιδία ἕως τρίτης γενεᾶς· καὶ υἱοὶ Μαχεὶρ τοῦ υἱοῦ Μανασσὴ ἐτέχθησαν ἐπὶ μηρῶν Ἰωσήφ.

καὶ εἶπεν τοῖς ἀδελφοῖς αὐτοῦ λέγων Ἐγὼ ἀποθνήσκω· ἐπισκοπῇ δὲ ι ὑμᾶς ὁ θεός, καὶ ἀνάξει ὑμᾶς ἐκ τῆς γῆς ταύτης εἰς τὴν γῆν ἣν ὤμοσεν ὁ θεὸς τοῖς πατράσιν ἡμῶν, Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ.

καὶ ὥρκισεν Ἰωσὴφ τοὺς υἱοὺς Ἰσραὴλ λέγων Ἐν τῇ ἐπι- σκοπῇ ᾗ ἐπισκέψεται ὑμᾶς ὁ θεὸς καὶ συνανοίσετε τὰ ὀστᾶ μου ἐντεῦθεν μεθ’ ὑμῶν.

καὶ ἐτελεύτησεν Ἰωσὴφ ἐτῶν ἑκατὸν δέκα· καὶ ἔθαψαν αὐτὸν καὶ ἔθηκαν ἐν τῇ σορῷ ἐν Αἰγύπτῳ.

[*](18 εἶπον Α | οἰκέται] pr σοι Α 19 om Ιωσηφ Α | εἰμι ἐγὼ Α AD 20 τράφη] διατραφῇ Α 21 εἶπεν δε] καὶ εἶπεν Α 22 ἐν Αἰγύπτω] εἰς Αιγυπτον Α 23 ἴδεν AD | καὶ υιοι] οἱ υἱοὶ D* καὶ υἱοὶ D b) | Μαν- νασση Α 24 om λέγων Α | ο θεὸς ὑμὰς AD sil | τὴν γῆν] om τὴν D | om τοῖς πατράσιν ἤμων Α 25 ἐπισκέψηται AD sil | ο θεὸς ὑμὰς AD sil | συνανοισεται BA 26 “rec man adscr” D | ἐτῶν] pr ὢν D b | om καὶ | ἔθηκαν] + αὐτὸν Α Subscr γένεσις κάτα τοὺς ἑβδομήκοντα B γένεσις κόσμου Α)