Genesis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

οἱ δὲ εἶπον αὐτῷ ἵνα τί λαλεῖ ὁ κύριος κατὰ τὰ ῥήματα ταῦτα ; μὴ γένοιτο τοῖς παισίν σου ποιῆσαι τὸ ῥῆμα τοῦτο.

εἱ τὸ μὲν ἀπγύριον ὃ εὕραμεν ἐν τοῖς μαρσίπποις ἡμῶν ἀπεατέψαμεν πρὸς σὲ ἐκ γῆς Χανάαν, πῶς ἀν’ κλέψαιμεν ἐκ τοῦ οἴκου τοῦ κυρίου σου ἀργύριον ἢ χρυσίον ;

παρ' ᾧ ἂν εὑρεθῇ τὸ κόνδυ τῶν παίδων σου, ἀποθνησκέτω· καὶ ἡμεῖς δὲ ἐσόμεθα παῖδες τῷ κυρίῳ ἡμῶν.

ὁ δὲ εἶπεν Καὶ νῦν ὡς λέγετε, οὕτως ὦσται· ὁ ἄνθρωπος παρ’ ᾧ ἂν εὑρεθῇ τὸ κόνδηυ, αὐτὸς ἔσται μου παῖς, ὑμεῖς δὲ ἔσεσθε καθαροί.

καὶ ἒσπευσαν καὶ καθεῖλαν ἕκαστος τὸν μάρσιππον αὐτοῦ ἐπὶ τὴν γῆν, καὶ ἤνοιξεν ἕκαστος τὸν μάρσιππον αὐτοῦ.

ἠρεύνα δὲ ἀπὸ τοῦ πρεσβυτέρου ἀρξάμενος ἕως ἦλθεν ἐπὶ τὸν νεώτερον, καὶ εὗρεν τὸ κόνδυ ἐν τῷ μαρσίππῳ τῷ Βενιαμείν.

καὶ διέρρηξαν τὰ ἱμάτια αὐ- τῶν, καὶ ἐπέθηκαν ἕκαστος τὸν μάρσιππον αὐτοῦ ἐπὶ τὸν ὄνον αὐτοῦ, καὶ ἐπέστρεψαν εἰς τὴν πόλιν.

εἰσῆλθεν δὲ Ἰούδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ πρὸς ἸωσήΦ, ἒτι αὐτοῦ ὄντος ἐκεῖ· καὶ ἐπεσον ἐναντίον αὐτοῦ ἐπὶ τὴν γῆν.

εἶπεν δὲ αὐτοῖς ἸωσήΦ Ti τὸ πρᾶγμα τοῦτο ἐποιήσατε; οὐκ οὐκ ὅτι οἰωνισμῷ οἰωνιεῖται ἄνθρωπος οἷος ἐγώ ;

εἶπεν δὲ Ἰούδας Ti ἀντεροῦμεν τῷ κυρίῳ ἢ τί λαλήσωμεν ἢ τί δικαιωθῶμεν ; ὁ δὲ θεὸς εὗρεν τὴν ἀδικίαν τῶν παίδων σου· ἰδού ἐσμεν οἰκέται τῷ κυρίῳ ἡμῶν, καὶ ἡμεῖς καὶ παρ’ ᾦ εὑρέθη τὸ κόνδυ.

εἶπεν δὲ ἸωσήΦ Μἠ μοι γένοιτο ποιῆσαι τὸ ῥῆμα τοῦτο· ὁ ἄνθρωπος παρ’ ᾧ εὑρέθη τὸ κόνδυ, αὐτὸς ἔσται μου παῖς· ὑμεῖς δὲ ἀνάβητε μετὰ σωτηρίας πρὸς τὸν πατέρα ὑμῶν.

Ἐγγίσας δὲ αὐτῷ Ἰούδας εἶπεν Δέομαι, κύριε· λαλησάτω ὁ παῖς σου ῥῆμα ἐναντίον σου, καὶ μὴ θυμωθῇς τῷ παιδί σου, ὅτι σὺ εἰ μετὰ Φαραώ. κύριε.

σὺ ἠρώτησας τοὺς παῖδάς σου [*](DF) [*](4 om λέγων D silF j om μοι D silF Ι om μου F 5 om εστιν D — 7 τὰ. οἱ ’δε ειπον...τουτο sup ras pi litt Aat 7 εἶπαν D silF Ι ο κυριος] ο κς F* υριο superscr F1) + μου D | τὸ ῥῆμα τοῦτο] pr κάτα D silF 8 ευρομεν D silF | σε] ὑμὰς D | αναν F | κλέψαιμεν] ἐκλέψαμεν F 9 ἔαν DY | om ’δε F 10 ἔαν D 11 ἤνοιξαν F ηρε[υνα] D] ηραινα AF Ι τὼ Bεν.] του Βεν. D sil 13 ἐπέστρεψαν] ὑπέστρεψαν D 15 τουτο] + ο D | οιωνιειται] [οι]ωνιζεται D | ανθρωπος] pr ο F 16 ἤμων] ν sup ras Α1? Ι ηὑρέθη D 18 ῥήματα D 19 του, παῖδας σου] om σου Α* (aliq deesse ind A1) hab D silF)

89
λέγων Εἰ ὦτε πατέρα ἢ ἀδελφόν ;

καὶ εἴπαμεν τῷ κυρίῳ Ἔστιν [*](Α) ἡμῖν πατὴρ πρεσβύτερος, καὶ παιδίον νεώτερον γήρως αὐτῷ, καὶ ὁ ἀδελφὸς αὐτοῦ ἀπέθανεν, αὐτὸς δὲ μόνος ὑπελείφθη τῷ πατρὶ αὐτοῦ, ὁ δὲ πατὴρ αὐτὸν ἠγάπησεν.