Genesis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

ἠρώτησεν δὲ αὐτούς ΙΙῶς ἒχετε; καὶ εἶπεν αὐτοῖς Εἰ ὑγιαίνει ὁ πατὴρ ὑμῶν ὁ πρεσβύτερος ὃν εἲπατε; ἒτι ζῇ;

οἱ δὲ εἶπαν Ὑγιαίνει ὁ παῖς σου ὁ πατὴρ ἡμῶν, ἔτι ζῇ. καὶ εἶπεν Εὐλογητὸς ὁ ἄνθρωπος ἐκεῖνος τῷ θεῷ. καὶ κύψαντες πρρσεκύνησαν.

ἀναβλέψας δὲ τοῖς ὀφθαλμοῖς ἸσὴΦ ἴδεν Βενιαμεὶν τὸν ἀδελφὸν αὐτοῦ τὸν ὁμομήτριον, καὶ εἶπεν αὐτοῖς οὗτός ἐστιν ὁ ἀδελφὸς ὑμῶν ὁ νεώτερος, ὃν εἴπατε πρὸς μὲ ἀγαγεῖν; καὶ εἶπεν Ὁ θεὸς ἐλεήσαι σε, τέκνον.

ἐταράχθη δὲ Ἰρὸς συνεστρέφετο γὰρ τὰ ἔντερα αὐτοῦ ἐπὶ τῷ ἀδελΦῷ αὐτοῦ, καὶ ἐζήτει κλαῦσαι· εἰσελθὼν δὲ εἰς τὸ ταμιεῖον ἔκλαυσεν ἐκεῖ.

καὶ νιψάμενος τὸ πρόσωπον ὂν ἐξελθὼν ἐνεκρατεύσατο, καὶ εἶπεν ΙΙαράθετε ἄρτους.

καὶ παρέθηκαν αὐτῷ μόνῳ, καὶ αὐτοῖς καθ’ ἑαυτούς, καὶ τοῖς Αἰγυπτίοις τοῖς συνδειπνοῦσιν μετ’ αὐτοῦ καθ’ ἑαυτούς· οὐ γὰρ ἐδύναντο οἱ Αἰγήπτιοι συνεσθίειν μετὰ τῶν Ἐβραίων ἂρτους, βδέλυγμα γάρ ἐστιν τοῖς Αἰγυπτίοις πᾶς ποιμὴν προβάτων.

ἐκάθισαν δὲ ἐναντίον αὐτοῦ, ὁ πρωτότοκος κατὰ τὰ πρεσβεῖα αὐτοῦ καὶ ὁ νεώτερος κατὰ τὴν νεότητα αὐτοῦ. ἐξίσταντο δὲ οἱ ἄνθρωποι ἕκαστος πρὸς τὸν ἀδελφὸν αὐτοῦ.

ἦραν δὲ μερίδα παρ’ αὐτοῦ πρὸς αὐτούς· ἐμεγα- λύνθη δὲ ἡ μερὶς Βενιαμεὶν παρὰ τὰς μερίδας πάντων πενταπλασίως πρὸς τὰς ἐκείνων. ἔπιον δὲ καὶ ἐμεθύσθησαν μετ’ αὐτοῦ.

Καὶ ἐνετείλατο Ἰωσὴφ τῷ ὄντι ἐπὶ τῆς οἰκίας αὐτοῦ λέγων Πλήσατε τοὺς μαρσίππους τῶν ἀνθρώπων βρωμάτων ὅσα ἐὰν ἆραι, καὶ ἐμβάλατε ἑκάστου τὸ ἀργύριον ἐπὶ τοῦ στόματος τοῦ σίππου αὐτοῦ·

καὶ τὸ κόνδυ μου τὸ ἀργυροῦν ἐμβάλατε εἰς τὸν μάρσιππον τοῦ νεωτέρου, καὶ τὴν τιμὴν τοῦ σίτου αὐτοῦ. ἐγενήθη δὲ κατὰ τὸ ῥῆμα ἸωσὴΦ καθὼς εἶπεν.

τὸ πρωὶ διέφαυσεν καὶ οἱ ἂν θρωποι ἀπεστάλησαν, αὐτοὶ καὶ οἱ ἄνοι αὐτῶν.

ἐξελθόντων δὲ αὐτῶν τὴν πόλιν οὐκ ἀπέσχον μακράν, καὶ Ἴωσ’ εἶπεν τῶ ἐπὶ τῆς οἰκίας [*](25 ἀρίσταν] ἀν’ sup ras 3 forte litt Aa 26 ειχον...και mutila in F DF 27 αὐτοὺς] + ΙςσηΦ D | om D Ι πρεσβύτερος AD] πρεσβῦτ’ ς F Ι fq sup ras An ζῆν Fa? 28 προσεκύνησαν] + ἀυτῶ D sil 29 ἔιδεν F Ι om αὐτοῖς D silF | om ἐστιν F | νεωτερος] νέω sup ras pi litt Α a? Ι ον...θεος mutila in F | om σε post ἕλ’. F 30 κα εζητει κλαῦσαι sup ras pi litt Aa | ταμει...D D 32 Αιγυπτιοι] γ sup ras Α? | τοῖς Αἰγυπτίοις 2° αὐτοῖς D j om πας ποιμην προβάτων D silF 33 εκαθεισαν AF ἐκάθισεν D Ι ο πρωτότοκος κάτα τὰ πρεσβ. αὐτοῦ ἐνάντιον αὐτοῦ D 34 μερίδα] μερίδας D (....ασ) F XLIV 1, 2 ἐμβάλατε AD] ἐμβάλετε F 1 om αὐτοῦ 2° D silF 2 τοργυρουν γυροῦν Α Ι om αὐτοῦ F 3 ἐξαπεστάλησαν F)

88
[*](A) αὐτοῦ λέγων Ἀναστὰς ἐπιδίωξον ὀπίσω τῶν ἀνθρώπων καὶ καταλήμψῃ αὐτούς, καὶ ἐρεῖς αὐτοῖς Ti ὅτι ἀνταπεδώκατέ μοι πονηρὰ ἀντὶ καλῶν; ἳνα τί ἐκλέψατέ μου τὸ κόνδυ τὸ ἀργυροῦν ;

οὐ τοῦτό ἐστιν ἐν ᾧ πίνει ὁ κύριός μου; αὐτὸς δὲ οἰωνισμῷ οἰωνίζεται ἐν αὐτῷ· πονηρὰ συντετέλεσθε ἃ πεποιήκατε.

εὑρὼν δὲ αὐτοὺς εἶπεν αὐτοῖς κατὰ τὰ ῥήματα ταῦτα.