Genesis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

δὲ τοῖς παισίν σου ὅτι Καταγάγετε αὐτὸν πρὸς μέ, καὶ ἐπιμελοῦμαι αὐτοῦ.

καὶ εἴπαμεν τῷ κυρίῳ Οὐ δυνήσεται τὸ παιδίον καταλιπεῖν τὸν πατέρα· ἐὰν δὲ καταλείπῃ τὸν πατέρα, ἀποθανεῖται.

σὺ δὲ εἶπας τοῖς παισίν σου Ἐὰν μὴ καταβῇ ὁ ἀδελφὸς ὑμῶν ὁ νεώτερος μεθ’ ὑμῶν, οὐ προσθήσεσθε ἔτι ἰδεῖν τὸ πρόσωπόν μου.

ἐγένετο δὲ ἡνίκα ἀνέβημεν πρὸς τὸν παῖδά σου πατέρα δὲ ἡμῶν, ἀπηγγείλαμεν αὐτῷ τὰ ῥήματα τοῦ κυρίου.

εἶπεν δὲ ἡμῖν ὁ πατὴρ ἡμῶν βαδίσατε πάλιν, ἀγοράσατε ἡμῖν μικρὰβρώματα.

ἡμεῖς δὲ εἴπαμεν Οὐ δυνησόμεθα καταβῆναι· ἀλλ’ εἰ μὲν ὁ ἀδελφὸς ἡμῶν ὁ νεώτερος καταβαίνει μεθ’ ἡμῶν, καταβησόμεθα· οὐ γὰρ δυνησόμεθα ἰδεῖν τὸ πρόσωπον τοῦ ἀνθρώπου, τοῦ ἀδελφοῦ τοῦ νεωτέρου μὴ ὄντος μεθ’ ἡμῶν.

εἶπεν δὲ ὁ παῖς σου ὁ πατὴρ ἡμῶν πρὸς ἡμᾶς Ὑμεῖς γινώσκετε ὅτι δύο ἔτεκέν μοι ἡ γυνή·

καὶ ἐξῆλθεν ὁ εἷς ἀπ’ ἐμοῦ, καὶ εἴπατε Θηριόβρωτος γέγονεν, καὶ οὐκ ἴδον αὐτὸν ἔτι.

ἐὰν οὖν λάβητε καὶ τοῦτον ἐκ προσώπου μου καὶ συμβῇ αὐτῷ μαλακία ἐν τῆ ὁδῷ, καὶ κατάξετέ μου τὸ γῆρας μετὰ λύπης εἰς ᾅδου.

νῦν οὖν ἐὰν εἰσπορεύομαι πρὸς τὸν παῖδά σου πατέρα δὲ ἡμῶν, καὶ τὸ παιδάριον μὴ ᾖ μεθ’ ἡμῶν, ἢ δὲ ψυχὴ αὐτοῦ ἐκκρέμαται ἐκ τῆς τούτου ψυχῆς·

καὶ ἔσται ἐν τῷ ἰδεῖν αὐτὸν μὴ ὂν τὸ παιδάριον μεθ’ ἡμῶν, τελευτήσει, καὶ κατάξουσιν οἱ παῖδές σου τὸ γῆρας τοῦ παιδός σου πατρὸς δὲ ἡμῶν μετ’ ὀδύνης εἰς ᾅδου.

ὁ γὰρ παῖς σου ἐκδέδεκται τὸ παιδίον παρὰ τοῦ πατρὸς λέγων Ἐὰν μὴ ἀγάγω αὐτὸν πρὸς σὲ καὶ στήσω αὐτὸν ἐναντίον σου, ἡμαρτηκὼς ἔσομαι πρὸς τὸν πατέρα πάσας τὰς ἡμέρας.

νῦν οὖν παραμενῶ σοι παῖς ἀντὶ τοῦ παιδίου, οἰκέτης τοῦ κυρίου· τὸ δὲ παιδίον ἀναβήτω μετὰ τῶν ἀδελφῶν.

πῶν γὰρ ἀναβήσομαι πρὸς τὸν πατέρα, τοῦ παιδίου μὴ ὄντος μεθ’ ἡμῶν ; ἵνα μὴ ἴδω τὰ κακὰ ἃ εὑρήσει τὸν πατέρα μου.

[*](20 παίδιον] παιδάριον D | γήρως νεώτερον DF Ι τὼ πατρι] τῆ μητρὶ D sil F DF 21 om οτι D sil F 22 παιδιον] παιδάριον D | καταλείπειν D 23 προσθησεσθε] προσθήσεται A* vid σεσθαι Α 1) | ἰδεῖν D] εἴδειν AF 24 κυριου] υρ sup ras 4 litt Α a? 27 ο πατὴρ AD] πατὴρ δε F Ι γυνη] + μου D 28 ειπατε] οτι D sil F Ι ἔιδον F —29 ἔτι. ἔαν ουν] οὐκέτι· καὶ νυν οὑν ἔαν D ἔτι καὶ νυν· ἔαν οὑν F 29 προσώπου] pr του D sil F | ἐν τη οδω] + η ἀν’ πορεύησθε F | καταξητε D 30 εισπορευωμαι L sil F 30, 31 παιδάριον AD] παίδιον F 31 om σου 1 0 F 32 ἐκδέδεκται] ἐκδέχεται F | πρὸς 2 0 AF*] εἰς sup ras Pn 33 κυρίου] κυρ sup ras A 1 + μου F a?)
90
[*](A)