Genesis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Ῥεβέκκα δὲ ἤκουσεν λαλοῦντος Ἰσαὰκ πρὸς ’Hσαὺ τὸν υἱὸν αὐτοῦ· ἐπορεύθη δὲ Ἠσαὺ εἰς τὸ πεδίον θηρεῦσαι θήραν τῷ πατρὶ αὐτοῦ.

'Ρεβέκκα δὲ εἶπεν πρὸς Ἰακὼβ τὸν υἱὸν αὐτῆς τὸν ἐλάσσω Ιδε ἐγὼ ἤκουσα τοῦ πατρός σου λαλοῦντος πρὸς Ἠσαὺ τὸν ἀδελφόν σου λέγοντος

Ἔνευκόν μοι θήραν, καὶ ποίησόν μοι ἐδέσματα· ἵνα φαγὼν [*](¶ D) εὐλογήσω σε ἐναντίον Κυρίου ¶ πρὸ τοῦ ἀποθανεῖν με.

νῦν οὖν, υἱέ, ἄκουσόν μου καθὰ ἐγὼ ἐντέλλομαί σοι·

καὶ πορευθεὶς εἰς τὰ πρόβατα λάβε μοι ἐκεῖθεν δύο ἐρίφους ἁπαλοὺς καὶ καλούς, καὶ ποιήσω αὐτοὺς [*](DE 28 διαθήσομαι E 29 κακὸν Α* fort D] κάκα Aa μηδὲν κακὸν E | εκβδελυξαμεθα Α | ἐχρησάμεθα D sil E 31 τὼ πρώι E* τὸ πρ. Ea) ὤμοσεν E 32 παραγεναμενοι E 33 τὸ ὄνομα αὐτοῦ] αὐτὸ E 34 Ιουδειν DE | θυγατερα 1°] pr τὴν E | Βεηρ] Βαιηλ E | Χετγαιου E Βασενεμαθ D vid | Αιλωμ] Αιδωμ D | του Εὺαίου] om του D sil του Χετγαιου E XXVII 1 Ισακ Α | ηβλυωπησαν D ηνβλυωπ. E | ὅραν] pr μὴ D | om ἀυτῶ 2° D sil' 1–2 om μου καὶ εἶπεν ἀυτῶ ἴδου ἐγὼ καὶ εἶπεν E 2 εἶπεν] + ἀυτῶ D 3 σκεῦος sup ras Aa τόξον A* vid) σκ. σου D sil E | τόξον] + σου Ε 4 εὐλογήσει DE | πρὸ του] πρὶν D sil E 6 Ιακωβ D sil E] Iσαακ Α | om ἀύτης E 8 μου] μοι E | σοι ἐντέλλομαι E)

47
ἐδέσματα τῷ πατρί σου ὡς φιλεῖ·

καὶ εἰσοίσεις τῷ πατρί σου, καὶ [*](Α) Φάγεται· αἰ· ὅπως εὐλογήσῃ σε ὁ πατήρ σου πρὸ τοῦ ἀποθανεῖν αὐτόν.