Genesis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

εἶπεν δὲ Ἰακὼβ πρὸς Ῥεβέκκαν τὴν μητέρα αὐτοῦ Ἔστιν Ἠσαὺ ὁ ἀδελφός μου ἀνὴρ δασύς, ἐγὼ δὲ ἀνὴρ λεῖος·

μή ποτε ψγλαφήσῃ με ὁ πατήρ μου, καὶ ἔσομαι ἐναντίον αὐτοῦ ὡς καταφρονῶν, καὶ ἐπάξω ἐπ’ ἐμαυτὸν κατάραν καὶ οὐκ εὐλογίαν.

εἶπεν δὲ αὐτῷ ἡ Ἐπ’ ἐμὲ ἡ κατάρα σου, τέκνον· μόνον ὑπάκουσον τῆς φωνῆς μου, πορευθεὶς ἔνεγκαί μοι.

πορευθεὶς δὲ ἔλαβεν καὶ ἤνεγκεν τῇ καὶ ἐποίησεν ἡ μήτηρ αὐτοῦ ἐδέσματα καθὰ ἐφίλει ὁ πατὴρ αὐτοῦ.

καὶ λαβοῦσα Ῥεβέκκα τὴν στολὴν Ἠσαὺ τοῦ υἱοῦ αὐτῆς τοῦ πρέσβυ. τέρου τὴν καλήν, ἣ ἦν παρ’ αὐτῇ ἐν τῷ οἴκῳ, καὶ ἐνέδυσεν Ἰακὼβ τὸν υἱὸν αὐτῆς τὸν νεώτερον·

καὶ τὰ δέρματα τῶν ἐρίφων περιέθηκεν ἐπὶ τοὺς βραχίονας αὐτοῦ καὶ ἐπὶ τὰ γυμνὰ τοῦ τραχήλου αὐτοῦ·