Genesis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Ἦν δὲ ’Hσαὺ ἐτῶν τεσσεράκοντα καὶ ἔλαβεν γυναῖκα Ἰουδίν, θυγατέρα εὴρ τοῦ Χετταίου, καὶ τὴν Μασεμμάθ, θυγατέρα Αἰλὼμ τοῦ Εἀαίου·

καὶ ἦσαν ἐρίζουσαι τῷ Ἰσαὰκ καὶ τῆ Ῥεβέκκα.

Έγένετο δὲ μετὰ τὸ γηρᾶσαι Ἰσαὰκ καὶ ἠμβλύνθησαν οἱ ὀφθαλμοὶ αὐτοῦ τοῦ ὁρᾷν· καὶ ἐκάλεσεν Ἠσαὺ τὸν υἱὸν αὐτοῦ τὸν πρεσβύτερον καὶ εἶπεν αὐτῷ Υἱἐ μου. καὶ εἶπεν αὐτῷ ἰδοὺ ἐγώ. ἐγώ.

καὶ εἶπεν Ἴδου γεγήρακα, καὶ οὐ γινώσκω τὴν ἡμέραν τῆς τελεmῆς μου·

νῦν οὖν λάβε τὸ σκεῦος, τήν τε φαρέτραν καὶ τὸ τόξον, καὶ ἔξελθε εἰς τὸ πεδίον καὶ θήρευσόν μοι θήραν·

καὶ ποίησόν μοι ἐδέσματα ὡς φιλῶ ἐγώ, καὶ ἔνεγκόν μοι ἵνα φάγω· ὅπως εὐλογήσῃ σε ἡ ψυχή μου πρὸ τοῦ ἀποθανεῖν με.