Genesis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἔδωκεν τὰ ἐδέσματα καὶ τοὺς ἄρτους οὓς ἐποίησεν εἰς τὰς Ἰακὼβ τοῦ υἱοῦ αὐτῆς.

καὶ εἰσήνεγκεν τῷ πατρὶ αὐτοῦ· εἶπ’ πάτερ μου· ὁ δὲ εἶπεν Ἴδου ἐγώ· τίς εἶ σύ, τέκνον;

καὶ εἶπεν ὁ υἱὸς αὐτοῦ τῷ πατρὶ αὐτοῦ Ἐγὼ Ἠσαὺ ὁ πρωτότοκός σου, καθὰ ἐλάλησάς μοι· ἀναστὰς κάθισον καὶ φάγε τῆς θήρας μου, ὅπως εὐλογήσῃ με ἡ ψυχή σου.

εἶπεν δὲ Ἰσαὰκ τῷ υἱῷ αὐτοῦ Τί τοῦτο ὃ ταχὺ εὗρες, ὦ τέκνον ; ὁ δὲ εἶπεν ὅ παρέδωκεν κύριος ὁ θεὸς ἐναντίον μου.

εἶπεν δὲ Ἰσαὰκ τῷ Ἰακώβ Ἔγγισόν μοι καὶ ψηλαφήσω σε, τέκνον, εἰ σὺ εἰ ὁ υἱός μου Ἠσαὺ ἢ οὔ.

ἤγγισεν δὲ Ιακὼβ πρὸς Ἰσαὰκ τὸν πατέρα αὐτοῦ· καὶ ἐψηλάφησεν αὐτὸν καὶ εἶπεν Ἡ φωνὴ φωνὴ Ἰακώβ, αἱ δὲ χεῖρες χεῖρες ’Hσαύ.