Genesis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Ἀναστᾶσα δὲ Ῥεβέκκα καὶ αἱ ἅβραι αὐτῆς ἐπέβησαν ἐπὶ τὰς καμήλους, καὶ ἐπορεύθησαν μετὰ τοῦ ἀνθρώπου· καὶ ἀναλαβὼν ὁ παῖςτὴν Ῥεβέκκαν ἀπῆλθεν.

Ἰσαὰκ δὲ ἐπορεύετο διὰ τῆς ἐρήμου κατὰ τὸ φρέαρ τῆς ὁράσεως· αὐτὸς δὲ κατῴκει ἐν τῇ γῇ τῇ πρὸς λίβα.

καὶ ἐξῆλθεν Ἰσαὰκ ἀδολεσχῆσαι εἰς τὸ πεδίον τὸ πρὸς δείλης, καὶ ἀναβλέψας τοῖς ὀφθαλμοῖς ἴδεν καμήλους ἐρχομένας.

καὶ ἀναβλέψασα Ρεβέκκα τοῖς ὀφθαλμοῖς ἴδεν τὸν Ἰσαὰκ καὶ κατεπήδησεν ἀπὸ τῆς καμήλου,

καὶ εἶπεν τῶ παιδί τίς ἐστιν ὁ ἄνθρωπος ἐκεῖνος ὁ πορευόμενος ἐν τῷ πεδίῳ εἰς συνάντησιν ἡμῖν ; εἶπεν δὲ ὁ παῖς οὗτός ἐστιν ὁ κύριός μου· ἡ δὲ λαβοῦσα τὸ θέριστρον περιεβάλετο.

καὶ διηγήσατο ὁ παῖς τῷ Ἰσαὰκ πάντα τὰ ῥήματα ἃ ἐποίησεν.

εἰσῆλθεν δὲ Ἰσαὰκ εἰς τὸν οἶκον τῆς μητρὸς αὐτοῦ καὶ ἔλαβεν τὴν Ῥεβέκκαν, καὶ ἐγένετο αὐτοῦ γυνή, καὶ ἠγάπησεν αὐτήν· καὶ παρεκλήθη Ἰσαὰκ περὶ Σάρρας τῆς μητρὸς αὐτοῦ.