Genesis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἔφαγον καὶ ἔπιον αὐτὸς καὶ οἱ ἄνδρες οἱ μετ’ αὐτοῦ ὄντες, καὶ ἑ ἐκοιμήθησαν. καὶ ἀναστὰς πρωὶ εἶπεν § Ἐεκπέμψατέ με ἵνα ἀπέλθω πρὸς τὸν κύριόν [*](§ E) μου.

εἶπαν δὲ οἱ ἀδελφοὶ αὐτῆς καὶ ἡ μήτηρ Μεινάτω ἡ παρθένος μεθ’ ἡμῶν ἡμέρας ὡσεὶ δέκα, καὶ μετὰ ταῦτα ἀπελεύσεται.

ὁ δὲ εἶπεν πρὸς αὐτούς Μὴ κατέχετέ με, καὶ κύριος εὐόδωσεν τὴν ὁδόν μου· ἐκπέμψατέ με ἵνα ἀπέλθω πρὸς τὸν κύριόν μου.

οἱ δὲ εἶπαν Καλέσωμεν τὴν παῖδα καὶ ἐπερωτήσωμεν τὸ στόμα αὐτῆς.

καὶ ἐκάλεσαν Ρεβέκκαν καὶ εἶπαν αὐτῇ Πορεύσῃ μετὰ τοῦ ἀνθρώπου τούτου ; καὶ εἶπεν Ποφεύσομαι.

καὶ ἐξέπεμψαν Ρρνῤλλσν τὴν ἀδελφὴν αὐτῶν καὶ τὰ ὑπάρχοντα σὐτῆς, καὶ τὸν παῖδα τὸν Ἀβραὰμ καὶ τοὺς μετ’ αὐτοῦ.

καὶ εὐλόγησαν Ῥεβέκκαν τὴν ἀδελφὴν αὐτῶν καὶ εἶπαν αὐτῇ Ἀδελφὴ ἡμῶν εἶ· γίνου εἰς χιλιάδας μυριάδων, καὶ κληρονομησάτω τὸ σπέρμα σου τὰς πόλεις τῶν ὑπεναντίων.