Genesis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Προσθέμενος δὲ Ἀβραὰμ ἔλαβεν γυναῖκα ᾗ ὄνομα Xεττούρα. [*](52 Τυρίῳ] pr τὼ D ω κݲωݲ) 53 χρυσα] Pr σκεύη D 54 πεψατε] τε Ε 55 οἱ ἀδελφοὶ καὶ η μ. ἀύτης E Ι μεθ’ ἤμων η παρθ. E μέτα ταύτα] μετ’ ἀυτὰ D 56 καὶ] + γὰρ Ε Τ ἐπερωτήσωμεν AD] ἐρωτήσωμεν Ε 58 καὶ ειπεν] η ’δε εἶπεν D δε e...) E 60 ηὐλόγησαν Ε | καὶ 3° των υ rescr Ab 61 Ρεβελλα] + α]πη[λ]θ[εω] D | μέτα τὸ sup ras Ab (periit ut vid ανݲοݲυݲ) Ι καὶ αναλ.] αναλ. ’δε Ε 62 om 2° E 63 om τὸ 2° Ε 65 om ἐν τὼ πεδίω E (hab D) 66 α ἐποίησεν] ταύτα Ε 67 τῆς μητρὸς] τῆς μ sup ras Α 1 XXV 1 προσθέμενος] σθε sup ras Aa | om ’δε E)

42
[*](Α)

ἔτεκεν δὲ αὐτῷ τὸν Ζεβρὰν καὶ τὸν Ἰεξὰν καὶ τὸν τὸν καὶ τὸν Μαδιάμ καὶ τὸν Ἰεσβὸκ καὶ τὸν Σωύε.

Ἰεξάν δὲ ἐγέννησεν τὸν Σαβᾶν καὶ τὸν Θαιμὰν καὶ τὸν Δαιδάν· υἱοὶ δὲ Δαιδὰν ἐγένοντο Ῥαγουὴλ καὶ Ναβδεὴλ καὶ Ἀσουρὶμ καὶ Λατουσιεὶμ καὶ Λοωμείμ·

υἱοὶ δὲ Μαδιὰμ Γεφὰρ καὶ Ἄφερ καὶ Ἑνὼχ καὶ Ἀβιρὰ καὶ Θεργαμά. οὗτοι πάντες ἦσαν υἱοὶ Χεττούρας.

ἔδωκεν δὲ Ἀβραὰμ πάντα τὰ ὑπάρχοντα αὐτοῦ Ἰσαὰκ τῷ υἱῷ αὐτοῦ·

καὶ τοῖς υἱοῖς τῶν παλλακῶν αὐτοῦ ἔδωκεν Ἀβραὰμ δόματα, καὶ ἐξαπέστειλεν αὐτοὺς ἀπὸ Ἰσαὰκ τοῦ υἱοῦ αὐτοῦ ἔτι ζῶντος αὐτοῦ πρὸς ἀνατολὰς εἰς γῆν ἀνατολῶν.

ταῦτα δὲ τὰ ἔτη ἡμερῶν ζωῆς Ἀβραὰμ ὅσα ἔζησεν, ἑκατὸν ἑβσομήκοντα πέντε ἔτη·