Fragmenta
Epicharmus
Epicharmus. Die Fragmente der Vorsokratiker, Vol. 1. Diels, Hermann, editor. Berlin: Weidmann, 1922.
[272] Gell. I 15, 15
οὐ λέγειν τύ γ’ ἐσσὶ δεινός, ἀλλὰ σιγᾶν ἀδύνατος.
[273] [Plat.] Axioch. p. 366c
ἁ δὲ χεὶρ τὰν χεῖρα νίζει· δός τι καὶ λάβοις τί κα.
[274] Plut. Popl. 15
(πρὸς τὸν ἄσωτον) οὐ φιλάνθρωπος τύ γ’ ἔσσ’· ἔχεις νόσον, χαίρεις διδούς.
[275] — de aud. poet. 4 p. 21 E [ohne Lemma]
ποτὶ [τὸν] πονηρὸν οὐκ ᾄχρηστον ὅπλον ἁ πονηρία.
[284] Stob. flor. (III) 29, 54 H.
ἁ δὲ μελέτα φύσιος ἀγαθᾶς πλέονα δωρεῖται, φίλοι.
[285] — 38, 21 H.
τίς δὲ κα λώιη γενέσθαι μὴ φθονούμενος, φίλοι; δῆλον ὡς ἀνὴρ παρ’ οὐδὲν ἐσθ’ ὁ μὴ φθονούμενος· τυφλὸν ἠλέησ’ ίδών τις, ἐφθόνησε δ’ οὐδὲ εἴς.
[286] — (IV) 23, 37 H.
σώφρονος γυναικὸς ἀρετὰ τὸν συνόντα μὴ ἀδικεῖν [ἄνδρα].
[287] Xenoph. Mem. II 1; 20 μαρτυρεῖ δὲ καὶ Ἐ. ἐν τῶιδε·
τῶν πόνων πυλοῦσιν ἡμῖν πάντα τἀγάθ’ οἱ θεοί.καὶ ἐν ἄλλωι δὲ τόπωι σησίν·
[288]
ὧ πονηρέ, μὴ τὰ μαλακὰ μῶσο, μὴ τὰ σκλήρ’ ἔχηις.
[277] Stob. Ecl. II 15, 7
πρὸς τὸς 〈οὐ〉 πέλας πορεύου λαμπρὸν ἱμάτιον ἔχων, καὶ φρονεῖν πολλοῖσι δόξεις, τυχὸν ἴσως 〈οὐδὲν φρογῶν〉.